De Crisibus (On Crises)
Kühn 1825
λοιμώδους καταστάσεως. ἔχει δ’ ἡ σύμπασα ῥῆσις ᾧδε· ἐν
Ἀβδήροις Ἀναξίων, ὃς κατέκειτο παρὰ τὰς Θρηϊκίας πύλας·
πυρετὸς ὀξὺς ἔλαβε. πλευροῦ δεξιοῦ ὀδύνη ξυνεχής. βὴξ
ξηρά. οὐδὲν ἔπτυε τὰς πρώτας, διψώδης, ἄγρυπνος. οὖρα
δ’ εὔχροα, λεπτὰ καὶ πολλὰ, ἕκτῃ παράληρος. πρὸς δὲ τὰ
θερμάσματα οὐδὲν ἐνεδίδοτο. ἑβδόμῃ ἐπίπονος. ὅ τε γὰρ πυρετὸς
ἐπέτεινεν, οἵ τε πόνοι οὐ ξυνεδίδοσαν· αἵ τε βῆχες ἠνώχλεον,
δύσπνους τε ἦν. ὀγδόῃ ἀγκῶνα ἔτεμον. ἐῤῥύη πολὺ
οἷον ἔδει. ξυνέδωκαν οἱ πόνοι. αἱ μέντοι βῆχες αἱ ξηραὶ
παρείποντο. ἑνδεκάτῃ ξυνέδωκαν οἱ πυρετοὶ, σμικρὰ περὶ κεφαλὴν
ἵδρωσε. βῆχες καὶ τὰ ἀπὸ πνεύμονος ὑγρότερα. ἑπτακαιδεκάτῃ
ἤρξατο σμικρὰ πέπονα πτύειν. ἐκουφίσθη. εἰκοστῇ
ἵδρωσεν, ἀπύρετος ἐγένετο. μετὰ δὲ κρίσιν ἐκουφίσθη.
διψώδης δὲ ἦν, καὶ τῶν ἀπὸ πνεύμονος οὐ χρησταὶ
αἱ καθάρσιες. ἑβδόμῃ καὶ εἰκοστῇ ὁ πυρετὸς ὑπέστρεψεν.
ἔβηξεν. ἀνήγαγε πέπονα πολλά. οὔρων ὑπόστασις πολλὴ
Work
Title: De Crisibus
English: On Crises
Original: Περὶ κρίσεων
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1825
Series: Claudii Galeni Opera Omnia
Volume: 9
Pages: 550-768
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_077.xml [443 Kb]