De Crisibus (On Crises)
Kühn 1825
κακῶν καὶ τελείων καὶ ἀτελῶν. ἐν ἀρχῇ δ’ αὐτῶν πάντων
προτάξω διαγνώσεις αὐτῶν τῶν εἰσβαλλόντων νοσημάτων.
ἐπειδὴ γὰρ ἀπό τε τοῦ νοσήματος ἔφαμεν χρῆναι διαγινώσκειν
τι περί τε τῶν καθόλου καιρῶν καὶ προσέτι τῆς ὥρας τοῦ
ἔτους καὶ τῶν ἄλλων ὧν εἴπομεν, εἰ μὴ συμπάντων αὐτῶν
εἰδείημεν διάγνωσίν τινα, εὐθὺς ἀπὸ τῆς πρώτης ἡμέρας ὅμοιόν
τι πεισόμεθα τοῖς πολλοῖς τῶν νεωτέρων ἰατρῶν. ὡς γὰρ κᾀκεῖνοι
δι’ ἀλλήλων ἑκάτερον τῶν ἀγνοουμένων διδάσκειν ἐπιχειροῦσιν,
ἢ διὰ τοῦ μᾶλλον ἀγνώστου τὸ σαφέστερον, οὕτως
καὶ ἡμεῖς ποιήσομεν, ἂν μὴ τοῦ νοσήματος ἑκάστου τῆς
ἰδέας εὐθὺς ἐν ταῖς πρώταις ἡμέραις ἔχωμέν τινα διάγνωσιν.
ἄριστον μὲν οὖν ἐστιν εἰ κατ’ αὐτὴν τὴν πρώτην ἡμέραν, καὶ
τοῦτο μυριάκις ἐδείξαμεν ἤδη δυνατὸν ὑπάρχειν καὶ τριταίας
τε καὶ τεταρταίας καὶ ἀμφημερινὰς περιόδους, ἐν τῇ πρώτῃ
τῶν ἡμερῶν διαγνόντες. εἰ δέ ποτε μὴ οἷόν τε εἴη σαφῶς ἐν
ταύτῃ διαγνῶναι, στοχασμὸν μὲν ἤδη τινὰ τεχνικὸν ἕξομεν,
ἐξ οὗ καλῶς ὑπαρξόμεθα διαίτης. ἀκριβώσομεν δ’ αὐτὸν ἐν
τῇ δευτέρᾳ τῶν ἡμερῶν, ἢ τρίτῃ γε πάντως, ἢ τετάρτῃ.
Work
Title: De Crisibus
English: On Crises
Original: Περὶ κρίσεων
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1825
Series: Claudii Galeni Opera Omnia
Volume: 9
Pages: 550-768
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_077.xml [443 Kb]