De Crisibus (On Crises)
Kühn 1825
ἥλιος φαίνεται προσαγορεύοντες ἡμέραν, ἀλλὰ καὶ τὸν τῆς
νυκτὸς αὐτοῦ προστιθέντες, οὕτως δέ πως καὶ τὸν ἐνιαυτὸν
πέντε καὶ ἑξήκοντα καὶ τριακοσίων ἡμερῶν εἶναί φαμεν.
ὥσπερ δὲ περὶ τοῦ τῆς ἡμέρας ὀνόματος, καὶ τοῦ κατ’ αὐτὸ
σημαινομένου διῄρηται, κατὰ τὸν αὐτὸν, οἶμαι, τρόπον χρὴ
μηνῦσαι καὶ περὶ τοῦ νοσήματος. ὅτι δὲ διάθεσίς τίς ἐστιν
ἐνέργειαν βλάπτουσα, καὶ ὅτι διττὴ πολλάκις συνίσταται ἅμα.
δέδεικται δ’ ἄμφω ταῦτα ἐν τῷ περὶ τῆς τῶν νοσημάτων διαφορᾶς
ὑπομνήματι. τὴν μὲν οὖν ἁπλῆν διάθεσιν οὐδεὶς τῶν
ἀκριβῶς εἰδότων ἀγνοήσει κατὰ τὴν πρώτην ἡμέραν. ἴδια γὰρ
ἔχει τὰ γνωρίσματα· τὴν δ’ ἐπίμικτον οὐχ ἅπασιν ἐγχωρεῖ
διαγνῶναι κατ’ ἀρχάς. καὶ οὐδέν γε τοῦτο ἄτοπον εἰς διττῆς
διαθέσεως ἐπίγνωσιν, ἡμερῶν δεηθῆναι δυοῖν. ὥσπερ καὶ εἰ
τριττή τις εἴη, τριῶν. ἀλλὰ τό γε μίαν ἁπλῆν ἀγνοῆσαι διάθεσιν,
ἄτοπόν τε καὶ δεινῶς αἰσχρόν. ἠσκῆσθαι τοίνυν ἁπάσας
χρὴ τὰς ἁπλῶς διαθέσεις, ἑκάστην ἰδίᾳ τετελειωμένην τ’.
Work
Title: De Crisibus
English: On Crises
Original: Περὶ κρίσεων
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1825
Series: Claudii Galeni Opera Omnia
Volume: 9
Pages: 550-768
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_077.xml [443 Kb]