De Crisibus (On Crises)
Kühn 1825
ὕστερον ὑπὸ τῆς χειρὸς, οὐχ ὥσπερ ἐπὶ τῶν κακοήθων καύσων.
ἔμπαλιν γὰρ ἐκεῖναι δεινότεραι καὶ ἀηδέστεραι χρονίζουσαι
φαίνονται. καὶ δὴ καὶ πίνειν δὴ καιρὸς τῷ κάμνοντι.
καὶ πιόντι αὐτίκα δὴ μάλα πλῆθος μὲν ἄνεισιν ἀτμοῦ θερμοῦ
διὰ τοῦ δέρματος, ἀγγέλλον ἱδρῶτας· ἔμετος δ’ ἐπιφαίνεται
χολῆς, ἢ γαστήρ που κατέῤῥηξε καὶ οὔρησε χολώδη.
νυνὶ μὲν γὰρ καὶ ὁ τυχὼν γνωρίσειε τὸν ἀκριβῆ τριταῖον.
ἀνέρχεται μὲν γὰρ ἱδρὼς ἀτμώδης τε καὶ θερμὸς, ὥσπερ ἐν
βαλανείῳ. ἅπαν δ’ αὐτοῖς ὁμαλῶς ἱδροῖ τὸ σῶμα, καὶ ὁ σφυγμὸς
οἷος ὁ τῶν ἀκριβῶς ὑγιαινόντων ἐν γυμνασίοις τε καὶ
λουτροῖς, ταχὺς καὶ μέγας καὶ σφοδρὸς καὶ πυκνός. ἦν δὲ δήπουθεν
εὐθὺς ἐξ ἀρχῆς ἤδη καὶ ὁμαλός. ἐπὶ τούτοις ἅπασιν
εἰς ἀπυρεξίαν παύεται τὸν σύμπαντα χρόνον τοῦ παροξυσμοῦ,
ποιησάμενος ὡρῶν οὐ πλειόνων δώδεκα. πλεῖστος γὰρ οὗτος
ὁ χρόνος ἐν τριταίοις γνησίοις· ὡς τὰ πολλὰ δὲ ποτὲ
μὲν ἑπτὰ πασῶν ὡρῶν ὁ παροξυσμὸς αὐτοῖς γίνεται, ποτὲ
δ’ ἤτοι πρωϊαίτερον ἢ ὀψιαίτερον οὐ πολλῷ παύεται. τοῦτον
μὲν εἰ μήπω γνωρίσαις ἀκριβῇ τριταῖον ὑπάρχειν, ἀλλ’
Work
Title: De Crisibus
English: On Crises
Original: Περὶ κρίσεων
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1825
Series: Claudii Galeni Opera Omnia
Volume: 9
Pages: 550-768
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_077.xml [443 Kb]