De Crisibus (On Crises)
Kühn 1825
τεταρταίοις ἀρχομένοις, καὶ ἱδροῦσιν ἥκιστα περὶ τὰς πρώτας
ἡμέρας. ἐπὶ μέν γε τῷ χρόνῳ προϊόντι καὶ τοῦτ’ αὐτοῖς προσγίνεται.
τριταίου μὲν δὴ σαφῶς διενήνοχεν, ὡς ὅμοιον ἔχειν
μηδέν. ἐγγυτέρω δ’ ἐστὶ τεταρταίου, διαφέρει γε μὴν καὶ
τούτου σαφῶς. πρώτως μὲν καὶ μάλιστα τοῖς σφυγμοῖς οὓς
ἐπὶ συνήθων ἀῤῥώστων ἀκριβῶς ἄν τις φωράσειεν. ἤδη δὲ καὶ
τῷ ῥίγει καὶ τοῖς ἄλλοις ἅπασι τοῖς ἔξωθεν ἐφ’ οἷς γίνεται.
καὶ φύσεως ὑγροτέρας δεῖται καὶ βίων ἀργοτέρων τε καὶ μετὰ
πλησμονῶν. οὗτός γ’ οὖν καὶ παιδίοις μάλιστα πλεονάζει,
καὶ σπάνιον εἰ μὴ καὶ στόμα τῆς γαστρὸς, ἢ καὶ τὸ ἧπαρ αὐτοῖς
ἐπόνησεν. ἀτὰρ οὖν καὶ ἀπεψίαι προηγοῦνται πολλαὶ
καὶ βραδυπεψίαι καὶ ὀξυρεγμίαι καὶ πυρέττειν ἀρχομένων,
ὑποχόνδριον μὲν ἐν ὄγκῳ μείζονι τοῦ κατὰ φύσιν ἐξ ἅπαντος,
ὡς τὰ πολλὰ δὲ καὶ διαπεφυσημένον τε καὶ περιτεταμένον,
ὠχρόλευκός τε τούτοις ἡ χροιὰ, κἂν ὁ παροξυσμὸς ἀκμάσῃ.
καὶ ὁ χειμὼν εὔφορος τοιούτων νοσημάτων. καὶ κατάστασις
ὑγρὰ καὶ χωρίον τοιοῦτον. καὶ ἡ ἀρχὴ τῶν παροξυσμῶν εἰς
Work
Title: De Crisibus
English: On Crises
Original: Περὶ κρίσεων
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1825
Series: Claudii Galeni Opera Omnia
Volume: 9
Pages: 550-768
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_077.xml [443 Kb]