De Crisibus (On Crises)
Kühn 1825
οἱ γὰρ εἰς ἀπυρεξίαν λήγοντες πυρετοὶ, τριταῖοί τε καὶ τεταρταῖοι
καὶ ἀμφημερινοὶ, τὴν αὐτὴν ὑπόθεσιν ἔχοντες τοῖς
εἰρημένοις συνεχέσιν, ἑνὶ μόνῳ τῷ κατὰ τὰς φλέβας, ἢ πάντη
φερομένους ἔχειν τοὺς χυμοὺς, διενηνόχασιν. ὅθεν καὶ τἄλλα
μὲν αὐτοῖς τὰ αὐτά, τῷ δὲ μετὰ ῥίγους, ἢ μὴ σὺν ῥίγει, καὶ
σὺν ἐμέτοις τισὶ καὶ ἱδρῶσι, ἢ ἄνευ τούτων γίνεσθαι διαφέρουσι.
συνεχῆ μὲν δὴ πυρετὸν ὀνομάζω, τὸν εἰς ἀπυρεξίαν,
πρὶν τελέως λυθῆναι μὴ παυόμενον, κἂν παρακμή τις αἰσθητὴ
φαίνηται. ὅταν δὲ μηδὲ παρακμή τις αἰσθητὴ γένηται, διὰ
παντὸς δὲ ἀπὸ τῆς πρώτης ἀρχῆς, ἄχρι κρίσεως ὅμοιος διαμένει,
τοῦ γένους μέν ἐστιν, καὶ οὗτος τῶν καυσωδῶν πυρετῶν,
ὀξύτητι δ’ αὐτῶν διενήνοχεν. ἀλλ’ οὔτε κατὰ τὴν πρώτην
ἡμέραν ἢ δευτέραν οἷόν τε προγνῶναι τὸν τοιοῦτον, οὔτ’
ἄλλως χρήσιμον, ἀρκεῖ γὰρ τὸ γένος γνωρίζειν, ὅτι χολώδης
τε καὶ περικαὴς καὶ κατοξύς. οὐδὲ γὰρ εἰ σύνοχον ὀνομάζει
τις αὐτὸν, ὥσπερ ἔνιοι τῶν ἰατρῶν, ὅλῳ τῷ γένει διοίσει
τῶν καυσωδῶν πυρετῶν, ἕνεκά γε τῆς προσηγορίας. ὥσπερ
Work
Title: De Crisibus
English: On Crises
Original: Περὶ κρίσεων
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1825
Series: Claudii Galeni Opera Omnia
Volume: 9
Pages: 550-768
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_077.xml [443 Kb]