De Crisibus (On Crises)
Kühn 1825
εἰ μὲν οὖν ἅπαντα ταχέως διανύοι, πρόδηλον ὡς ἐπὶ τὴν
κρίσιν ἐπείγεται, καὶ πάντως ἐστὶ διαλείπων οὗτος. οὐ γὰρ
ἐνδέχεται τὸν πάντα ταχὺ διεξιόντα μένειν ἔτι συνεχῆ, καθάπερ
οὐδὲ εἰ μηκύνει, κατὰ πάντα τὰ μόρια διαλείπειν ἄν ἔτι
δύναιτο. δῆλον δὲ ὡς τὸν μὲν εἰς ἀπυρεξίαν παυόμενον ὀνομάζω
διαλείποντα, τοῦ δὲ συνεχοῦς πυρετοῦ πάντως μὲν ἕν
γέ τι μεμήκυσται μόριον, ἔστι δ’ ὅτε καὶ δύο καὶ τρία καὶ
σύμπαντα. τοῦ μὲν ἰδίως ὀνομαζομένου πυρετοῦ συνόχου
πολυχρόνιος ἡ ἀκμὴ, μᾶλλον δ’ ἀκμὴ πᾶς ἐστιν ὁ τοιοῦτος
πυρετός· τοῦ δὲ μὴ συνόχου μὲν, οὐ μὴν εἰς ἀπυρεξίαν γε
παυομένου πολυχρονιωτέρας μὲν τῶν ἄλλων μερῶν τῆς ἀκμῆς
γινομένης ὀξεῖα ἡ κίνησις, ὀλιγοχρονιωτέρας δὲ βραδεῖα.
διωρισμένης οὖν ἰδέας νοσήματος καὶ μεγέθους καὶ κινήσεως
καὶ ἤθους, καὶ τῆς μὲν ἰδέας ἐκ τῶν οἰκείων συμπτωμάτων
γνωριζομένης, τοῦ δὲ μεγέθους ἐκ τοῦ κατὰ ταῦτα πηλίκου,
τῆς δὲ κινήσεως ἐκ τοῦ χρόνου τῶν τοῦ παροξυσμοῦ μορίων,
τοῦ δὲ ἤθους ἐκ τῶν ἐπιγινομένων συμπτωμάτων,
προσλαμβανομένων δὲ τούτοις ὥρας τε καὶ χώρας καὶ φύσεως
Work
Title: De Crisibus
English: On Crises
Original: Περὶ κρίσεων
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1825
Series: Claudii Galeni Opera Omnia
Volume: 9
Pages: 550-768
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_077.xml [443 Kb]