
De Methodo Medendi (On the Therapeutic Method)
Kühn 1825
οἰκείας διαφορὰς τῶν ἑλκῶν ἰτέον· εἶτ’ ἐγκάρσιον ἢ εὐθὺ,
καὶ μέχρι βάθους ἢ ἐπιπολῆς, καὶ μικρὸν ἢ μέγα διοριστέον.
τὰ μὲν γὰρ ἐγκάρσια διὰ τὸ τὰ χείλη μᾶλλον αὐτῶν διεστηκέναι
τε καὶ ἀφεστηκέναι τῆς συναγωγῆς ἀκριβεστέρας δεῖται·
ὥστε καὶ ῥαφαῖς καὶ ἀγκτῆρσιν ἐπὶ τούτων χρηστέον. ὅσα
δὲ κατὰ τὰ μῆκος τῶν μυῶν ἐγένετο, ταῦτ’ ἐκ δυοῖν ἀρχῶν
ἐπιδῶν οὔτε ῥαφῶν οὔτε ἀγκτήρων δεήσῃ. εἰ δ’ ἄλλως ἐπιδεῖν
ἐθελήσαις ἢ ἀγκτῆρσιν καὶ ῥαφαῖς, ἀρκέσουσιν ἢ ἐλάχισται
παντελῶς αἱ ῥαφαί. καὶ τὰ μὲν μεγάλα τῶν ἑλκῶν
ἐπὶ μᾶλλον ξηραίνουσι θεραπεύσεις φαρμάκοις, εἴ τι τῶν
ἔμπροσθεν εἰρημένων μέμνησαι· τὰ δὲ σμικρὰ καὶ τὸ μετρίως
ξηραῖνον αὐτάρκως ἰάσεται. τὰ δ’ εἰς βάθος διήκοντα πάντως
μὲν ἤδη καὶ μεγάλα, δεῖται δὲ τῆς ἐκ δυοῖν ἀρχῶν ἐπιδέσεως
καὶ τοῦ μὴ προπετῶς κολληθῆναι τὰ χείλη· τὰ δ’ εἰς
βάθος τε καὶ μῆκος ἐπὶ πολὺ προήκοντα διχῇ τ’ ἂν εἴη μεγάλα
καὶ διττὴν ἔχει τὸν ἔνδειξιν, ὡς καὶ τῶν πάνυ ξηραινόντων
δεῖσθαι φαρμάκων, καὶ μὴ συνάγεσθαι προπετῶς τὰ χείλη
Work
Title: De Methodo Medendi
English: On the Therapeutic Method
Original: Θεραπευτικῆς μεθόδου
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1825
Series: Claudii Galeni Opera Omnia
Volume: 10
Pages: 1-1021
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_078.xml [2.0 Mb]