
De Methodo Medendi (On the Therapeutic Method)
Kühn 1825
ὀστῶν, ἐπεδείξαμεν αὐτοῖς ἐναργῶς τὸ ἐνιέμενον τῷ θώρακι
μελίκρατον ἀναβηττόμενον ἐκ πνεύμονος. ἴσμεν γὰρ δήπου
τὰς τοιαύτας διαθέσεις ἐν θώρακι συνισταμένας οὐκ ὀλιγάκις
ἐν Ῥώμῃ μάλιστα τρόπῳ ῥευματικῷ, ὡς ἀναγκασθῆναι
τὸ πεπονθὸς ἐκκόπτειν ὀστοῦν. ἐπὶ τῶν πλείστων δ’
εὐθὺς ἅμα τῇ διεφθαρμένῃ πλευρᾷ καὶ ὁ ὑπεζωκὼς αὐτὴν
ὑμὴν ἔνδοθεν εὑρίσκεται διασεσηπώς. εἰώθεμεν οὖν ἐν τῇ
θεραπείᾳ μελίκρατον ἐκχέοντες διὰ τοῦ ἕλκους, ἐνίοτε μὲν
ἐγκελεύεσθαι βήττειν αὐτοῖς ἐπικεκλιμένοις τῷ πεπονθότι μέρει,
πολλάκις δὲ κατασείειν ἠρέμα, καί ποτε καὶ πυουλκῷ
κομίζεσθαι τὸ ὑπολειπόμενον ἔνδον τοῦ μελικράτου. ἐπειδὰν
δὲ τοῦτο ποιήσαντες ἐκκεκλύσθαι τότε πῦον ἅπαν καὶ τοὺς
ἰχῶρας τοῦ ἕλκους ἐλπίσωμεν, ἐντίθεμεν οὕτως τὰ φάρμακα.
κατὰ τὰς τοιαύτας οὖν διαθέσεις, εἴ τις ἐάσειεν ἐν τῇ μεταξὺ
πνεύμονος καὶ θώρακος χώρᾳ τὸ ὑγρὸν, αὐτίκα ἀναβηττόμενον
θεάσεται. θαυμάσαι δ’ ἐστὶν ἐπὶ τῇ τοῦ πνεύμονος
ὁδῷ τῶν ἀπορούντων, πῶς οὐ μᾶλλον ἀποροῦσιν ἐπὶ τοῦ
προχεομένου παχέος αἵματος ἐν ταῖς τῶν καταιμάτων πωρώσεσιν·
Work
Title: De Methodo Medendi
English: On the Therapeutic Method
Original: Θεραπευτικῆς μεθόδου
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1825
Series: Claudii Galeni Opera Omnia
Volume: 10
Pages: 1-1021
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_078.xml [2.0 Mb]