
De Methodo Medendi (On the Therapeutic Method)
Kühn 1825
τῆς Ἀσίας Ἀσκληπιαδῶν, ἐπιλιπόντος τοῦ κατὰ Ῥόδον· ἤριζον δ’ αὐτοῖς τὴν ἀγαθὴν ἔριν ἐκείνην, ἣν Ἡσίοδος ἐπῄνει καὶ οἱ ἐκ τῆς Ἰταλίας ἰατροὶ, Φιλιστίων τε καὶ Ἐμπεδοκλῆς καὶ Παυσανίας καὶ οἱ τούτων ἑταῖροι· καὶ τρεῖς οὗτοι χοροὶ θαυμαστοὶ πρὸς ἀλλήλους ἁμιλλωμένων ἐγένοντο ἰατρῶν· πλείστους μὲν οὖν καὶ ἀρίστους χορευτὰς ὁ κῷος εὐτυχήσας εἶχεν, ἐγγὺς δ’ ἔτι τούτῳ καὶ ὁ ἀπὸ τῆς Κνίδου, λόγου δ’ ἦν ἄξιος οὐ σμικροῦ καὶ ὁ ἀπὸ τῆς Ἰταλίας. ἀλλ’ οὐδεὶς τούτων· οὔτε ἕωθεν ἐπὶ τὰς τῶν πλουσίων ἐφοίτα θύρας προσαγορεύσων αὐτοὺς οὔτ’ εἰς ἑσπέραν δειπνησόμενος, ἀλλ’ ὥσπερ Ἡσίοδός φησιν,
Εἰς ἕτερον γάρ τίς τε ἰδὼν ἔργοιο χατίζωνΠλούσιον, ὃς σπεύδει μὲν ἀρόμμεναι ἠδὲ φυτεύειν,
οὕτω κᾀκεῖνοι διὰ παντὸς ἤριζον ἀλλήλοις οὐκ ἀροῦν ἢ φυτεύειν γῆν, σμικρότερα γὰρ ταῦτα τοῦ τῶν Ἀσκληπιαδῶν γένους καὶ Ἀσκραίῳ πρέποντα ποιητῇ, ἀλλ’ ἀσκεῖν καὶ αὔξειν ἀεὶ καὶ τελειοῦν πειρᾶσθαι τὴν Ἀπόλλωνός τε καὶ Ἀσκληπιοῦ
Work
Title: De Methodo Medendi
English: On the Therapeutic Method
Original: Θεραπευτικῆς μεθόδου
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1825
Series: Claudii Galeni Opera Omnia
Volume: 10
Pages: 1-1021
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_078.xml [2.0 Mb]