
De Methodo Medendi (On the Therapeutic Method)
Kühn 1825
τέχνην, νυνὶ δ’ ἀπόλωλε μὲν ἡ ἀγαθὴ ἔρις, ἢ σμικρὸν ἔτι καὶ ἀμυδρὸν αὐτῆς ἐν ἀνθρώποις ἐστίν· ἐπικρατεῖ δ’ ἡ πονηρὰ καὶ ὁ ἀποτρέψων οὐδεὶς οὐδ’ ὁ ἰασόμενος, ὥσπερ Ἡσίοδος,
Μηδέ σ’ ἔρις κακόχαρτος ἀπ’ ἔργου θυμὸν ἐρύκοι.αὕτη γὰρ ἡ Ἔρις, ὡς ὁ θειότερος αὖ πάλιν Ἡσιόδου ποιητής φησιν·
Ἡ δ’ ὀλίγη μὲν πρῶτα κορύσσεται, αὐτὰρ ἔπειταΟὐρανῷ ἐστήριξε κάρη, καὶ ἐπὶ χθονὶ βαίνει.
Ὑπὸ ταύτης τῆς ἔριδος ἐκμανεὶς ὁ Θεσσαλὸς ἐκεῖνος Ἱπποκράτει τε καὶ τοῖς ἄλλοις Ἀσκληπιάδαις ἐπιτιμᾷ, καὶ κοινὸν τῆς οἰκουμένης θέατρον ἐν ταῖς ἑαυτοῦ βίβλοις πληρῶν, ἐπ’ ἐκείνου κρίνεται καὶ νικᾷ καὶ στεφανοῦται κατὰ τῶν παλαιῶν ἁπάντων, ἀνακηρυττόμενος αὐτὸς ὑφ’ ἑαυτοῦ. ταυτὶ μὲν οὖν ἔν τε τῷ περὶ τῶν κοινοτήτων ἐποίησε κᾀν τοῖς συγκριτικοῖς, ἐν ἅπασι δὲ τοῖς ἄλλοις ὑβρίζων οὐ παύεται, καθάπερ, οἶμαι, καὶ δι’ ὧν ἐπιστέλλει Νέρωνι,
Work
Title: De Methodo Medendi
English: On the Therapeutic Method
Original: Θεραπευτικῆς μεθόδου
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1825
Series: Claudii Galeni Opera Omnia
Volume: 10
Pages: 1-1021
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_078.xml [2.0 Mb]