De Methodo Medendi (On the Therapeutic Method)
Kühn 1825
τὰς γενέσεις ἐκ τῶν ἐναντίων εἶναι φάσκοντα. δέδεικται
δέ μοι καὶ δι’ ἑτέρων ὅτι καὶ Ἀριστοτέλης αὐτὸς οὐκ
ἐφύλαξε τὴν ἑαυτοῦ νομοθεσίαν ἐν τοῖς ὀνόμασιν, ἡνίκα τὰς
ἀρχὰς τῶν ὑπὸ φύσεως διοικουμένων ὕλην ἔθετο καὶ εἶδος καὶ
στέρησιν. ἀλλ’ ὅπερ ἀεὶ λέγομεν ἑπόμενοι τῷ θείῳ Πλάτωνι,
καταφρονεῖν μὲν χρὴ τῶν ὀνομάτων, μὴ καταφρονεῖν δὲ τῆς
τῶν πραγμάτων ἐπιστήμης. αὕτη μὲν γὰρ εἰς σωτηρίαν ἀνθρώπων
διαφέρει καὶ τὸ σφάλμα αὐτῆς εἰς ὄλεθρον τελευτᾷ.
τοῖς δ’ ὀνόμασιν ἄν τε κυρίως ἄν τε ἀκύρως χρησώμεθα, τοῖς
κάμνουσιν οὐδὲν οὔτε πλέον οὔθ’ ἧττον ἐκ τοῦ τοιούτου.
μάθοις δ’ ἂν ἐναργέστερον, εἰ μὴ τὰ ἐναντία τῶν ἐναντίων,
ἀλλὰ τὰ ἀντικείμενα λέγοις, ᾗπερ ἐκείνοις φίλον, ἀλλήλων
ὑπάρχειν ἰάματα. τὸ μὲν γὰρ πλῆθος ἡ κένωσις ἰᾶται, τὴν
δ’ ἔνδειαν αἱ τροφαὶ, καὶ ὅλως τὸ μὲν ὑπερβάλλον ἡ ἀφαίρεσις,
τὸ δ’ ἐλλεῖπον ἡ πρόσθεσις. ὅθεν, οἶμαι, καὶ δι’ ἑτέρου
λέλεκται γράμματος ὀρθῶς τῷ παλαιῷ· ἰατρικὴ γάρ ἐστι πρόσθεσις
καὶ ἀφαίρεσις· πρόσθεσις μὲν τῶν ἐλλειπόντων, ἀφαίρεσις
δὲ τῶν πλεοναζόντων. ἐλλείπει δὲ καὶ πλεονάζει τὰ
μὲν κατὰ τὸ ποσὸν δηλονότι, τὰ δὲ κατὰ τὸ ποιόν· κατὰ μὲν
Work
Title: De Methodo Medendi
English: On the Therapeutic Method
Original: Θεραπευτικῆς μεθόδου
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1825
Series: Claudii Galeni Opera Omnia
Volume: 10
Pages: 1-1021
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_078.xml [2.0 Mb]