De Methodo Medendi (On the Therapeutic Method)
Kühn 1825
τῶν ἄλλων χρήσει νομίζουσιν ἀναπληρώσειν ὁπόσον ἐνδεῖ.
καὶ μέντοι καὶ οἱ κάμνοντες, οἰόμενοι τὴν μὲν ἐφ’ ἡσυχίας
δίαιταν ἀμέλειαν εἶναι, τὸ δ’ ὁτιοῦν πράττειν ἐπιμέλειαν,
ἐπαναγκάζουσιν αὐτοὺς ἑκάστης ἡμέρας προσφέρειν τι τοῖς
ὑποχονδρίοις· βουλομένοις δὲ δήπου καὶ τοῖς ἰατροῖς ἔτι τοῦτο
πρὸς τὸ δοκεῖν ἐνεργεῖν τι διαπαντὸς, ἐντεῦθεν γὰρ ἐλπίζουσι
καὶ τὸν μισθὸν πλείω λήψεσθαι. συμβαίνει τοιγαροῦν ἐν
ἐκείνῳ τῷ χρόνῳ τὰς φλεγμονὰς ἄρχεσθαι τοῖς πλουσίοις, ἐν
ᾧ πλησίον ἤδη τῆς λύσεώς ἐστιν ἐπὶ τῶν πενήτων τὸ νόσημα.
φλεβοτομηθέντες γὰρ ἐν ἀρχῇ κατὰ τοὺς προκειμένους ἐν τῷ
λόγῳ πυρετοὺς οὐ μόνον οἱ πένητες, ἀλλὰ καὶ οἱ δοῦλοι τῶν
πλουσίων, οἱ πλεῖστοι μὲν ἐν τῇ πέμπτῃ τῶν ἡμερῶν ἐκρίθησαν,
ἔνιοι δὲ ἐς τὴν ἑβδόμην ἀφίκοντο, ποῤῥωτέρω δ’ οὐδείς.
ἀλλ’ οἵ γε πλούσιοι τὸ μὲν πλῆθος καὶ τὰ περιττώματα πλείω
τῶν πενήτων καὶ δούλων ἔχοντες, παραλιπόντες δὲ τὸ τῆς
φλεβοτομίας βοήθημα, κᾄπειτα καθ’ ἑκάστην ἡμέραν αἰονώμενοί
τε δι’ ἐλαίου θερμοῦ καὶ καταπλαττόμενοι τοῖς χαλαστικοῖς
καταπλάσμασι φλεγμονήν τινα συνισταμένην ἴσχουσιν,
ἤτοι περὶ τὸ ἧπαρ ἢ τὴν κοιλίαν ἤ τι τῶν ἄλλων τῶν τῇδε
Work
Title: De Methodo Medendi
English: On the Therapeutic Method
Original: Θεραπευτικῆς μεθόδου
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1825
Series: Claudii Galeni Opera Omnia
Volume: 10
Pages: 1-1021
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_078.xml [2.0 Mb]