De Methodo Medendi (On the Therapeutic Method)
Kühn 1825
τύχοι, δύναμις μέν τίς ἐστι καὶ κατ’ αὐτὸν τὸν Ἐρασίστρατον,
ᾗ διαστέλλεται καὶ συστέλλεται. καὶ βλάπτεσθαι δὲ δήπου
ταύτην χρὴ, τῆς καρδίας ἐξαιρεθείσης ζῶντος τοῦ ζώου, καθάπερ
πολλάκις ὁρῶμεν ἐν ταῖς ἱερουργίαις γιγνόμενον· εἰ
γὰρ μηδὲν βλάπτεται, κινηθήσεται διαπαντὸς, οὐχ ἕως χρόνου
τινὸς, ὡς νῦν φαίνεται. δῆλον οὖν ὅτι βλάπτεται καὶ διὰ
τοῦτο παύεται κινουμένη. τίς οὖν ἡ βλάβη, καλῶς εἶχεν
ἐπισκέψασθαι, δυναμένης γε δηλονότι τὴν βλάβην ἀναδέξασθαι
τῆς καρδίας καὶ πρὶν ἐξαιρεθῆναι τοῦ ζώου. τίς οὖν
ἄλλη πλὴν δυσκρασίας ἐστίν; οὔτε γὰρ τὸ σχῆμα φαίνεται
μεταλλαττόμενον αὐτῆς, οὔτε κοιλότης τις, οὔτε σύνδεσμος
οὔτε στόμιον, ἀλλ’ οὐδ’ ἄλλο μόριον οὐδὲν ἀπολλύμενον,
ἀλλὰ μόνον ἡ φυσικὴ κρᾶσις ἐξαλλαττομένη. ταῦτ’ οὖν ἅπαντα
τῶν ὁμοιομερῶν, ὡς εἴρηται, νοσήματα τυγχάνοντα, τελείως
αὐτῷ παραλέλειπται. τὸ γὰρ δὴ τοῦ αἵματος ἐν τοῖς
πέρασι τῶν ἀρτηριῶν σφηνωθέντος ἐνέργειάν τινα βλαβῆναι
τῶν ἀρτηριῶν ὡς ὀργάνων ἐστὶ τὸ πάθος· ὡς δ’ ὁμοιομερῶν
σωμάτων, ὀκτὼ μὲν αἱ κατὰ ψιλὰς τὰς ποιότητας δυσκρασίαι,
Work
Title: De Methodo Medendi
English: On the Therapeutic Method
Original: Θεραπευτικῆς μεθόδου
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1825
Series: Claudii Galeni Opera Omnia
Volume: 10
Pages: 1-1021
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_078.xml [2.0 Mb]