De Methodo Medendi (On the Therapeutic Method)
Kühn 1825
ἤτοι δι’ ὑδαροῦς ὀξυκράτου τὴν πρώτην ἢ δι’ ἀφεψήματος
μήλων, ἢ μύρτων, ἤ τινος ἄλλου τῶν στυπτικῶν. εἰς
ἑσπέραν τε πάλιν ὁμοίως διδόναι τὸ φάρμακον, εἴργοντας
ἁπάσης τροφῆς, ἐὰν ἰσχυρὸς ᾖ. εἰ δὲ μὴ, ῥοφήματος αὔταρκες
διδόναι. κάλλιστον δὲ καὶ κατὰ τὴν ὑστεραίαν ἐπαφελεῖν
αὖθις ὀλίγον αἵματος ἀπὸ τῆς τετμημένης φλεβὸς, ἐὰν ἰσχυρὸς
ᾖ· καὶ τροφαῖς καὶ φαρμάκοις ὡσαύτως χρῆσθαι, μέχρι
τῆς τετάρτης ἡμέρας, ἐπιβρέχοντας ἐν κύκλῳ τὴν θώρακα,
θέρους μὲν μηλίνῳ ἢ ῥοδίνῳ, χειμῶνος δὲ μύρῳ ναρδίνῳ.
εἰ δὲ καὶ τῶν ἐμπλαστῶν τινι χρήσασθαι βούλοιο
φαρμάκων, κάλλιστον ἂν ἔχοις τὸ ἡμέτερον, ᾧ καὶ πρὸς τὰ
ἄλλα τραύματα θαῤῥῶν χρῶ· σύγκειται δὲ ἐξ ἀσφάλτου καὶ
ὄξους ὅσα τ’ ἄλλα μίγνυται τοῖσδε κατὰ τὰς καλουμένας
ὑπὸ τῶν ἰατρῶν ἐναίμους βαρβάρους. εἰ δὲ γυναῖκα θεραπεύοις,
ἢ παῖδα, ἢ ὅλως μαλακόσαρκόν, τινα τὸ διὰ τῆς
χαλκίτεως ἱκανὸν φάρμακον· οὗ κατὰ τὸ πρῶτον ἐν τοῖς
περὶ φαρμάκων συνθέσεως ἐδήλωσα τὴν δύναμιν. οὕτως ἡμεῖς
Work
Title: De Methodo Medendi
English: On the Therapeutic Method
Original: Θεραπευτικῆς μεθόδου
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1825
Series: Claudii Galeni Opera Omnia
Volume: 10
Pages: 1-1021
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_078.xml [2.0 Mb]