De Methodo Medendi (On the Therapeutic Method)
Kühn 1825
Ἰλλυρίδος ἴρεως καὶ τοῦ τῶν ὀρόβων ἀλεύρου καὶ μάννης
ἀριστολοχίας τε καὶ πάνακος ῥίζης φλοιοῦ, καὶ ἁπλῶς εἰπεῖν
ἁπάντων ὅσα ῥύπτειν πέφυκεν ἄνευ τοῦ δάκνειν. αὕτη γὰρ
ἡ γεννωμένη σὰρξ, ἔργον τῆς φύσεώς ἐστιν· ὥστε οὐδὲν εἰς
τοῦτο τῆς ἰατρικῆς ὁ κάμνων δεῖται. τὸ δὲ τὴν γεννωμένην
συμφύεσθαί τε καὶ περιφύεσθαι πᾶσι τοῖς τῶν ὀστῶν μέρεσιν
ἐκ τοῦ μήτε ῥύπον ἐπ’ αὐτοῖς εἶναι μήτ’ ἐλαιώδη τινὰ λιπαρότητα
γίγνοιτ’ ἂν μάλιστα. τοῦτ’ οὖν ἐστιν ὃ παρὰ τῶν
ἰατρῶν οἱ κάμνοντες ἴσχουσιν εἰς τὴν σάρκωσιν, ὡς ξηρὸν
μὲν ἅπαν εἶναι τὸ χωρίον, ἕκαστον δὲ μέρος τῶν πεπονθότων
ὀστῶν ἀκριβῶς καθαρόν. ταῦτα μὲν οὖν κοινὰ
πάντων τῶν καταγμάτων, ὅταν ἄρχηται σαρκοῦσθαι. τῶν
δ’ ἄχρι μήνιγγος διασχόντων, εἰ μὲν εἴη μόνη ῥωγμὴ, τοῖς
εἰρημένοις ξυστῆρσι χρηστέον· εἰ δὲ μετὰ θλάσεώς τινος,
ἐκκόπτειν χρὴ τὸ τεθλασμένον, ἤτοι διὰ τρυπάνων ἐν κύκλῳ
πρότερον κατατιτρῶντα, κᾄπειθ’ οὕτω χρώμενον τοῖς ἐκκοπεῦσιν,
ἢ διὰ τῶν κυκλίσκων εὐθὺς ἐξ ἀρχῆς. ἡ μὲν οὖν διὰ
τρυπάνων ἐνέργεια σφαλερὰ, διὰ τὸ πολλάκις ἅψασθαί τινας,
Work
Title: De Methodo Medendi
English: On the Therapeutic Method
Original: Θεραπευτικῆς μεθόδου
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1825
Series: Claudii Galeni Opera Omnia
Volume: 10
Pages: 1-1021
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_078.xml [2.0 Mb]