De Methodo Medendi (On the Therapeutic Method)
Kühn 1825
ἐκεῖνος οὐ τὰ ἄλλα μόνον ἐκολάκευε τοὺς ἐπὶ τῆς Ῥώμης
πλουσίους, ἀλλὰ καὶ τῷ μησὶν ἕξ ἐπαγγείλασθαι διδάξειν τὴν
τέχνην ἑτοίμως ἐλάμβανε μαθητὰς παμπόλλους. εἰ γὰρ οὔτε
γεωμετρίας οὔτε ἀστρονομίας οὔτε διαλεκτικῆς οὔτε μουσικῆς
οὔτε ἄλλου τινὸς μαθήματος τῶν καλῶν οἱ μέλλοντες
ἰατροὶ γενήσεσθαι δέονται, καθάπερ ὁ γενναιότατος ἐπηγχείλατο
Θεσσαλὸς, ἀλλ’ οὐδὲ μακρᾶς ἐμπειρίας χρῄζουσι καὶ
συνηθείας τῶν ἔργων τῆς τέχνης, ἕτοιμον ἤδη προσιέναι
παντὶ γενησομένῳ ῥᾳδίως ἰατρῷ. διὰ τοῦτο καὶ σκυτοτόμοι
καὶ τέκτονες καὶ βαφεῖς καὶ χαλκεῖς ἐπιπηδῶσιν ἤδη τοῖς ἔργοις
τῆς ἰατρικῆς, τὰς ἀρχαίας αὑτῶν ἀπολιπόντες τέχνας, οἱ
μὲν γὰρ τὸν ῥῶπον διατιθέμενοι καὶ περὶ πρωτείων ἐρίζουσι.
καὶ διὰ τοῦτο κᾀγὼ γράφειν ὤκνουν θεραπευτικὴν μέθοδον,
ἣν εἰσηγήσαντο μὲν ἄνδρες παλαιοὶ, τελειῶσαι δ’ ἐπεχείρησαν
οἱ μετ’ αὐτούς. καὶ πρόσθεν μὲν ἔρις ἦν οὐ σμικρὰ, νικῆσαι
τῷ πλήθει τῶν εὑρημάτων ἀλλήλους ὀριγνωμένων τῶν
ἐν Κῷ καὶ Κνίδῳ· διττὸν γὰρ ἔτι τοῦτο τὸ γένος ἦν τῶν ἐπὶ
Work
Title: De Methodo Medendi
English: On the Therapeutic Method
Original: Θεραπευτικῆς μεθόδου
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1825
Series: Claudii Galeni Opera Omnia
Volume: 10
Pages: 1-1021
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_078.xml [2.0 Mb]