De Methodo Medendi (On the Therapeutic Method)
Kühn 1825
χυμῶν διαδέξεται κατὰ τὰς κακοχύμους φύσεις. ὡς ἐπ’ ἄλλων
γε κράσεων ἃς ἐν τοῖς ἑξῆς ἑρμηνεύσω γένοιτ’ ἄν τις ἰδέα
πυρετοῦ συνόχου διὰ τὴν τοιαύτην αἰτίαν ἄνευ σήψεως
χυμῶν. ἕπεσθαι δὲ τοῖς τοιούτοις λόγοις ἀδύνατον ὅσον ἄν
τις μὴ πρότερον ἐν ταῖς εἰρημέναις πραγματείαις γυμνάσηται,
καὶ μάλιστα τῇ περὶ τῆς διαφορᾶς τῶν πυρετῶν. ἐπειδὰν γὰρ
ἔμφραξίς τις ᾖ μετρία δι’ ἣν ἐπύρεξαν οἱ κακόχυμοι κατὰ
μὲν τὴν πρώτην καὶ δευτέραν ἡμέραν ἄχρι τινὸς, οὐκ ἔστιν
ἐν τῷ σφυγμῷ τὸ τῆς σήψεως σημεῖον, ὥσπερ οὐδ’ ἐν τοῖς
οὔροις τὸ τῆς ἀπεψίας. μηκυνομένης μέντοι τῆς παρακμῆς
καὶ μηκέτ’ ἀνάλογον ἐνδιδούσης ὥσπερ ὑπήρξατο μετὰ
τὴν ἀκμὴν ὕποπτός ἐστιν ἡ διάθεσις, ὥσπερ ἐφ’ ὧν ἐπείγεται
πρὸς τὴν λύσιν, ἀτμοί γέ τινες, ἢ νοτίδες, ἢ ἱδρῶτες ἐξεκρίθησαν,
ἢ οὖρα πλείω χρηστὰ μετὰ τῶν κατὰ τὸν σφυγμὸν
σημείων ἀγαθῶν ὑπαρχόντων, ἐφήμερός ἐστι βεβαίως ὁ πυρετός.
ἀλλ’ ὅ γε διὰ μικρὰν ἔμφραξιν ὅμοιος μὲν τοῖς ἐφημέροις
ἐστὶν, ὡς εἴρηται, κατά γε τὰ πρῶτα, μηκυνομένης δὲ τῆς
παρακμῆς ὕποπτος γίγνεται, κᾂν μηδέπω τὸ τῆς σήψεως
Work
Title: De Methodo Medendi
English: On the Therapeutic Method
Original: Θεραπευτικῆς μεθόδου
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1825
Series: Claudii Galeni Opera Omnia
Volume: 10
Pages: 1-1021
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_078.xml [2.0 Mb]