De Methodo Medendi (On the Therapeutic Method)
Kühn 1825
τριῶν ἡμερῶν, ἢ πραχθήσεται μετὰ τέσσαρας. οὐ μὴν ἡ
αὐτή γε διάθεσις ἁπάντων αὐτῶν ἐστιν, ἀλλ’ ἔνιοι μὲν ἀχώριστον
ἔχουσι τὴν στέγνωσιν, ἔνιοι δὲ οὐκ ἀχώριστον
μὲν, ἤτοι δ’ ὡς τὰ πολλὰ συνοῦσαν ἢ ἀμφιδόξως ἢ σπανίως.
ἀχώριστος μὲν οὖν ἡ στέγνωσίς ἐστι τοῖς διὰ τὸ στυπτηριῶδες
ἢ χαλκανθῶδες ὕδωρ ἤ τι τοιοῦτον ἕτερον, ἢ διὰ ψύξιν ἢ
διὰ βραχεῖαν ἔμφραξιν πυρέξασιν, ὡς τὸ πολὺ δὲ τοῖς δι’
ἔγκαυσιν· ἀμφιδόξως δὲ τοῖς διὰ κόπον. ὅσοι δὲ διὰ θυμὸν
ἢ λύπην, ἢ ἀγρυπνίαν, ἢ σύντονον σκέψιν, ἢ ἀπεψίαν,
ἢ βουβῶνα πυρέττουσι, σπανιάκις αὐτοῖς σύνεστι στέγνωσις.
οὗτοι πάντες οἱ πυρετοὶ κατὰ τὸν ἑαυτῶν λόγον οὐκ
ἀναμένουσι δεύτερον παροξυσμὸν, ἀλλ’ ἐντὸς τῶν εἴκοσι καὶ
τεσσάρων ὡρῶν παύονται τοὐπίπαν, ἢ εἴ που κατὰ τὸ σπάνιον
ἐνίοτε τινὲς αὐτῶν ἐπὶ πλέον ἐκτείνονται, δύο δ’ αὐτοῖς αἰτίαι
προσγενόμεναι, κωλύουσι λυθῆναι, μία μὲν ἡ ψύξις ἤτοι γ’ ἐκ
τοῦ περιέχοντος ἀέροςἢ ἐξ ἀλείμματός τινος ἔξωθεν προσενεχθέντος,
ἑτέρα δ’ ἡ δαιμονία διάτριτος, ἐὰν ἀναγκασθῶσιν
ὑπερβάλλειν αὐτὴν ἰατρῶν ἀμαθίᾳ. εἰ δὲ τὸ περιέχον ἀλεεινὸν
Work
Title: De Methodo Medendi
English: On the Therapeutic Method
Original: Θεραπευτικῆς μεθόδου
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1825
Series: Claudii Galeni Opera Omnia
Volume: 10
Pages: 1-1021
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_078.xml [2.0 Mb]