De Methodo Medendi (On the Therapeutic Method)
Kühn 1825
εἰς τοὺς πολυημέρους μεταπίπτουσιν. ἔστι γὰρ ὁ τοιοῦτος
πυρετὸς ὅσον μὲν ἐφ’ ἑαυτῷ κοινὸς τῶν πολυημέρων τε
καὶ τῶν ἐφημέρων, ἀλλὰ διὰ τὴν σμικρότητα τῆς αἰτίας
μονήμερος γίνεται, καθάπερ γε καὶ διὰ μεγέθους ἐστὶν ὅτε
πολυήμερος· ἀλλ’ ὅ γε παροξυσμὸς εἷς αὐτοῦ μέχρι τοῦ τέλους
ἀπὸ τῆς ἀρχῆς ἐστιν, ἐὰν μὴ τύχῃ διαδεξάμενος αὐτὸν ὁ ἐπὶ
σήψει χυμῶν. ἔστ’ ἂν οὖν μήτ’ ἐν τῷ σφυγμῷ μηδέπω τὸ
τῆς σήψεως ὑπάρχει γνώρισμα μήτ’ ἐν τῇ θέρμῃ μήτ’ ἐν
τοῖς οὔροις, ἐπ’ ἐμφράξει τε μόνῃ τὴν γένεσιν ἔχει καὶ ἴασις
αὐτῷ τῆς ἐμφράξεως ἡ λύσις γίγνεται, καὶ ὡς χρὴ λύειν
αὐτὴν ἔμπροσθεν εἴρηται. πλείους οὖν αἱ κατὰ μέρος διαφοραὶ
φαίνονται τῶν ἐφημέρων πυρετῶν· μία μὲν ὅταν
μηδ’ ὅλως ᾖ μηκέτι τὸ ποιῆσαν αὐτοὺς αἴτιον, οἷον ἡ ἔγκαυσις·
ἑτέρα δ’ ὅταν ἔτι παρείη, καθάπερ ἡ στέγνωσις, ἧς
ἐδείχθησαν οὖσαι διτταὶ διαφοραὶ, πύκνωσίς τε τῶν μικρῶν
πόρων καὶ ἥν νῦν μεταχειριζόμεθα κατὰ τὸν λόγον ἔμφραξις.
ἔστι δὲ δήπου καὶ τῆς πυκνώσεως ἡ μὲν διὰ ξηρότητα, καθάπερ
Work
Title: De Methodo Medendi
English: On the Therapeutic Method
Original: Θεραπευτικῆς μεθόδου
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1825
Series: Claudii Galeni Opera Omnia
Volume: 10
Pages: 1-1021
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_078.xml [2.0 Mb]