De Methodo Medendi (On the Therapeutic Method)
Kühn 1825
ἐπετείνετο τὰ τῆς ἀνωμαλίας αὐτῷ, τοῦτο μὲν ἤμεσεν. ἄμεινον
δ’ ὑπολαβὼν εἶναι μηδέπω τρέφεσθαι, κατέκλινε τότε
καὶ ἡσύχαζε ὥρας σχεδόν τι τῆς ἡμέρας ἑνδεκάτης·
τοῦτο πράξας, ἀγρυπνήσας δὲ μετὰ τοῦ πυρέξαι δι’ ὅλης
τῆς νυκτὸς, ἡσύχαζε κατὰ τὴν ἐπιοῦσαν ἄχρι μεσημβρίας,
ἰάσασθαι τὴν ἀγρυπνίαν ἐλπίζων. ἡνίκα δέ τινες αὐτὸν
ἰατροὶ τῆς διατρίτου θεασάμενοι, κατὰ μὲν τὸ παρὸν ἔφασαν
ἀξιόλογον εἶναι πυρετὸν, εἰς ἑσπέραν δ’ αὖθις ὄψεσθαι.
καὶ τοίνυν καὶ θεασάμενοι πάλιν ἑσπέρας παρακμάζοντα τὸν
πυρετὸν, οὐκ ἠξίωσαν οὐδὲ τότε θρέψαι, καίτοι γ’ ἄλλου
τινὸς ἰατροῦ συμβουλεύοντος, ἀλλὰ ἀντέστησαν ἐκεῖνοι
γενναίως, εἰ μὲν γὰρ ἀπύρετος ἐγεγόνει, τάχα ἂν αὐτῷ
δοῦναι τροφὴν εἰπόντες, ἔτι δὲ πυρέττοντι οὐκ ἂν δοῦναι.
καὶ τοίνυν καὶ κατὰ τὴν τρίτην ἡμέραν ἕωθεν ἀφικόμενοι
τὴν διάτριτον ὑπερβάλλειν ἠξίουν. ἦν δ’, ὡς εἴρηται
πρόσθεν, ἡ ὕποπτος ὥρα τῆς ἡμέρας ἐκείνης ἑνδεκάτη. χωρισθέντων
οὖν αὐτῶν ἐγὼ παραγενόμενος ἐθεασάμην τοῦ
νεανίσκου τὸ πρόσωπον οἷόν περ ὁ Ἱπποκράτης ἐν προγνωστικῷ
Work
Title: De Methodo Medendi
English: On the Therapeutic Method
Original: Θεραπευτικῆς μεθόδου
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1825
Series: Claudii Galeni Opera Omnia
Volume: 10
Pages: 1-1021
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_078.xml [2.0 Mb]