Digital Corpus for Graeco-Arabic Studies

Galen: De Methodo Medendi (On the Therapeutic Method)

Kühn 1825

τέχνην, νυνὶ δ’ ἀπόλωλε μὲν ἡ ἀγαθὴ ἔρις, ἢ σμικρὸν ἔτι καὶ ἀμυδρὸν αὐτῆς ἐν ἀνθρώποις ἐστίν· ἐπικρατεῖ δ’ ἡ πονηρὰ καὶ ὁ ἀποτρέψων οὐδεὶς οὐδ’ ὁ ἰασόμενος, ὥσπερ Ἡσίοδος,

Μηδέ σ’ ἔρις κακόχαρτος ἀπ’ ἔργου θυμὸν ἐρύκοι.

αὕτη γὰρ ἡ Ἔρις, ὡς ὁ θειότερος αὖ πάλιν Ἡσιόδου ποιητής φησιν·

Ἡ δ’ ὀλίγη μὲν πρῶτα κορύσσεται, αὐτὰρ ἔπειτα
Οὐρανῷ ἐστήριξε κάρη, καὶ ἐπὶ χθονὶ βαίνει.

Ὑπὸ ταύτης τῆς ἔριδος ἐκμανεὶς ὁ Θεσσαλὸς ἐκεῖνος Ἱπποκράτει τε καὶ τοῖς ἄλλοις Ἀσκληπιάδαις ἐπιτιμᾷ, καὶ κοινὸν τῆς οἰκουμένης θέατρον ἐν ταῖς ἑαυτοῦ βίβλοις πληρῶν, ἐπ’ ἐκείνου κρίνεται καὶ νικᾷ καὶ στεφανοῦται κατὰ τῶν παλαιῶν ἁπάντων, ἀνακηρυττόμενος αὐτὸς ὑφ’ ἑαυτοῦ. ταυτὶ μὲν οὖν ἔν τε τῷ περὶ τῶν κοινοτήτων ἐποίησε κᾀν τοῖς συγκριτικοῖς, ἐν ἅπασι δὲ τοῖς ἄλλοις ὑβρίζων οὐ παύεται, καθάπερ, οἶμαι, καὶ δι’ ὧν ἐπιστέλλει Νέρωνι,

Work

Title: Galen: De Methodo Medendi
English: On the Therapeutic Method
Original: Θεραπευτικῆς μεθόδου

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1825

Series: Claudii Galeni Opera Omnia

Volume: 10

Pages: 1-1021

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_078.xml [2.0 Mb]