De Methodo Medendi (On the Therapeutic Method)
Kühn 1825
φλεγμαίνουσι ῥᾳδίως ἐπὶ σμικραῖς προφάσεσι. καὶ μεγίστας
γ’ ἔνιοι τὰς περιτομὰς εἰώθασι ποιεῖσθαι, δι’ ἃς αἴσχιστόν
τε τὸ μέρος εἰς οὐλὴν ἀχθὲν γίνεται καὶ προσέτι καὶ
ἀσθενέστερον ἐμποδίζει τε πολλάκις εἰς τὰς κινήσεις. ταῦτ’
οὖν ἡμεῖς φυλαττόμενοι τὰ μὲν πλεῖστα μόνῃ τῇ τομῇ μετὰ
φαρμάκων ξηραινόντων ἱκανῶς ἰασάμεθα τὰς τοιαύτας
διαθέσεις· εἰ δέ ποτε καὶ περιτέμνειν ἐδέησε, διὰ τὸ πλῆθος
οὐ τοῦ πύου μόνον, ἀλλὰ καὶ τῶν ἐφθαρμένων σωμάτων,
ἤρκεσεν ἡμῖν οὐ πάνυ μεγάλη μυρσινοειδὴς περιαίρεσις.
ἐχούσης δὲ τῆς τοιαύτης τὸ μῆκος μεῖζον τοῦ πλάτους,
ἐγκάρσιον ἔστω τὸ μῆκος ἐπὶ τοῦ βουβῶνος, οὐ κατ’ εὐθὺ
τοῦ κώλου. καὶ γὰρ κατὰ φύσιν οὕτως ἐπιπτύσσεται τὸ δέρμα
ἑαυτῷ, καμπτόντων τὸ κῶλον. ἐπὶ δὲ τῇ περιαιρέσει πληροῦν
χρὴ τὸ πεπονθὸς μόριον τῇ καλουμένῃ μάννῃ· ἔστι
δὲ ὑπόσεισμα λιβανωτοῦ τὸ φάρμακον τοῦτο, στύψεώς τε
μετέχον ὀλίγης καὶ κατὰ τοῦτο καὶ αὐτοῦ τοῦ λιβανωτοῦ
πρὸς ἔνια βέλτιον. ἐκεῖνος γὰρ ἐκ τῆς πυητικῆς δυνάμεώς
ἐστι μόνης, ὡς ἂν μὴ μετέχων στύψεως, καὶ μᾶλλον ὁ λιπαρώτερος
Work
Title: De Methodo Medendi
English: On the Therapeutic Method
Original: Θεραπευτικῆς μεθόδου
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1825
Series: Claudii Galeni Opera Omnia
Volume: 10
Pages: 1-1021
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_078.xml [2.0 Mb]