De Methodo Medendi (On the Therapeutic Method)
Kühn 1825
κατὰ τὴν τούτων χρῆσιν οὐ σμικρόν τι παρορᾶται τοῖς πλείστοις
τῶν ἰατρῶν, ἄμεινον ἂν εἴη καὶ περὶ τούτων δηλῶσαι.
τηνικαῦτα γὰρ εἰς οὐλὴν ἄγειν ἄρχονται τὰ ἕλκη, τοῖς
ἐπουλωτικοῖς χρώμενοι φαρμάκοις, ὁπόταν ἀκριβῶς ἀναπληρωθῇ
καὶ μηδὲν ἔτ’ ἔχῃ κοῖλον, εἶτ’ αὐτοῖς συμβαίνει
τὰς οὐλὰς ἐργάζεσθαι τοῦ πέριξ δέρματος ὑψηλοτέρας.
ὅπως οὖν ἐκείνῳ γίγνοιντο ἴσαι, τοῖς τοιούτοις φαρμάκοις
χρῆσθαι προσήκει, πρὶν ἀκριβῶς ὁμαλὲς ἀποδειχθῆναι τὸ
ἕλκος, ἐπὶ μὲν τὰ χείλη διὰ μήλης πυρῆνος ἐπιτιθέντας
τῶν ξηρῶν τι φαρμάκων, ὧν ἐν τῇ τῶν ἑλκῶν ἐμνημονεύσαμεν
θεραπείᾳ· τῷ δ’ ἄλλῳ μοτῷ σκέποντας, κεχρισμένῳ
τῶν ἐπουλωτικῶν τινι φαρμάκων, ὑγρῶν τῇ συστάσει.
προκοπτούσης δέ σοι τῆς θεραπείας καὶ τοῦτὸ ἀφαιρήσεις
ὕστερον, μόνῳ τῷ ξηρῷ φαρμάκῳ χρώμενος ἐφ’ ὅλου
τοῦ ἕλκους, ἐπικυλιομένου τοῦ τῆς σπαθομίλης πυρῆνος.
ἔξωθεν δ’ ἀρκεῖ μοτὸς ἤτοι ξηρὸς ἢ ἐξ οἴνου. καὶ μᾶλλον
ὁ ἐκ τῶν μαλακῶν ἐλλυχνίων, οἷά πέρ ἐστι τὰ Ταρσικά·
καὶ γὰρ καὶ αὐτὰ ἔχει τι καθαιρετικὸν τῶν ὑπερσαρκούντων
Work
Title: De Methodo Medendi
English: On the Therapeutic Method
Original: Θεραπευτικῆς μεθόδου
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1825
Series: Claudii Galeni Opera Omnia
Volume: 10
Pages: 1-1021
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_078.xml [2.0 Mb]