De Methodo Medendi (On the Therapeutic Method)
Kühn 1825
κατὰ τὸ σῶμα χυμῶν. ἔξωθεν μὲν ἐπί τινι τῶν ἰοβόλων
ὀνομαζομένων ζώων ἢ φαρμάκῳ θερμαίνοντι σφοδρῶς ἢ
ψύχοντι, κᾀκ τοῦ περιέχοντος ἐνίοτε, διὰ δὲ τὸ σῶμα τοῦ
κάμνοντος αὐτὸ μοχθηροὺς ἀθροῖσαν χυμοὺς ἀνομοίους
ταῖς δυνάμεσι. ταῦτ’ οὖν ἅπαντα διασκεψάμενος,
ὅσαι μὲν ἔτι γίγνονται φλεγμοναὶ, τὰς αἰτίας αὐτῶν ἔκκοπτε
πρότερον, ὅσαι δ’ ἤδη γεγόνασιν, αὐτὰς μόνας θεράπευε.
πῶς οὖν χρή σε τοῦ παντὸς σώματος ἐπιμελεῖσθαι
μοχθηρῶς διακειμένου, λέλεκται μὲν οὖν οὐκ ὀλίγα καὶ διὰ
τῶν ἔμπροσθεν, εἴρηται δὲ κᾀν τῷ περὶ πλήθους γράμματι·
καὶ νῦν δ’ εἰρήσεται τὰ κεφάλαια τῶν λόγων. ὅταν
μὲν γὰρ ὁμοτίμως ἀλλήλοις αὐξηθῶσιν οἱ χυμοὶ, πλῆθος
τοῦτο καὶ πληθώραν ὀνομάζουσιν. ὅταν δ’ ἤδη ξανθῆς
χολῆς ἢ μελαίνης ἢ φλέγματος ἢ τῶν ὀῤῥωδῶν ὑγρῶν μεστὸν
γένηται τὸ σῶμα, κακοχυμίαν, οὐ πληθώραν καλοῦσι
τὴν τοιαύτην διάθεσιν. ἡ μὲν οὖν πληθώρα διά τε τῆς
τοῦ αἵματος ἀφαιρέσεως θεραπεύεται καὶ διὰ λουτρῶν πλεόνων
καὶ γυμνασίων καὶ τρίψεων, ἔτι δὲ φαρμάκων διαφορούντων,
Work
Title: De Methodo Medendi
English: On the Therapeutic Method
Original: Θεραπευτικῆς μεθόδου
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1825
Series: Claudii Galeni Opera Omnia
Volume: 10
Pages: 1-1021
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_078.xml [2.0 Mb]