De Methodo Medendi (On the Therapeutic Method)
Kühn 1825
καὶ τοῖς ψύχουσι. καὶ μᾶλλόν γ’ ἐπὶ τῶν ἀρχομένων φλεγμονῶν
τοῖς ψύχουσι καὶ στύφουσι χρηστέον ἤπερ τοῖς διαφοροῦσιν·
ἔτι δὲ μᾶλλον ὅταν μὴ παχὺ τὸ ἐπιῤῥέον ᾖ. σφοδρᾶς
δὲ τῆς τῷ φλεγμαίνοντι μορίῳ σφηνώσεως γεγονυίας
οὐκ ἔθ’ οἷόν τε τοῖς ἀποκρουομένοις χρῆσθαι, ἀλλ’ ἐπὶ
τὸ διαφορεῖν ἰέναι καιρός. ὅταν δὲ ἐπὶ θηρίῳ νύξαντί πως
ἢ δάκνοντι τὴν ὀδύνην γίνεσθαι συμβαίνῃ, διττὸς τῆς ἀνωδυνίας
ὁ σκοπὸς, ἢ κενῶσαι τὸν ἰὸν ἢ ἀλλοιῶσαι τὸ τὴν
ὀδύνην ἐργαζόμενον. κενοῦται μὲν οὖν διὰ τῶν σφοδρῶς
ἑλκόντων φαρμάκων, ἀλλοιοῦται δὲ διὰ τῶν ἐναντίων, ἤτοι
κατὰ τὰς ποιότητας ἢ καθ’ ὅλην τὴν οὐσίαν. ἐδείχθη γὰρ
ἐν τοῖς περὶ φαρμάκων ἔνια μὲν ὅλαις ταῖς οὐσίαις ἀλλήλοις
ἐναντία, τινὰ δὲ ταῖς ποιότησι μόναις. ἐδείχθη δὲ
καὶ ὡς ἐπὶ μὲν τῶν ἐναντίων κατὰ ποιότητα μέθοδός τίς
ἐστιν, ἐπὶ δὲ τῶν κατὰ τὴν οὐσίαν οὐκ ἔστιν, ἀλλ’ ἐκ
πείρας εὕρηται πάντα· καὶ σὺ τοίνυν ὅσα μὲν ἐκ μεθόδου
θεραπευτικῆς ἐντεῦθεν μάνθανε, τὰ δ’ ἐκ μόνης τῆς
Work
Title: De Methodo Medendi
English: On the Therapeutic Method
Original: Θεραπευτικῆς μεθόδου
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1825
Series: Claudii Galeni Opera Omnia
Volume: 10
Pages: 1-1021
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_078.xml [2.0 Mb]