De Methodo Medendi (On the Therapeutic Method)
Kühn 1825
κατεπείγοντος σκοπὸς ἐν τούτοις μὲν οὐκ ἔστιν, ἐν ἄλλοις δ’
ἐστίν· ἀφ’ ἧς γὰρ κινδυνεύει πρώτης καὶ μάλιστα διαθέσεως
ὁ ἄνθρωπος, ἐκείνην πρῶτον ἰατέον. ἐνίοτε δὲ οὐ πρώτην
μόνον, ἀλλὰ καὶ μόνην αὐτὴν· οἷον εἰ νυγείσης κεφαλῆς
μυὸς ἀκολουθήσειε σπασμὸς, εἶτα πρὸς μηδενὸς τῶν οἰκείων
ἰαμάτων καθίσταιτο· διατεμὼν γὰρ ὅλον τὸν μῦν ἐγκάρσιον,
ἰάσῃ μὲν τὸν σπασμὸν, ἀλλὰ πηρώσεις τινὰ τῶν τοῦ μορίου
κινήσεων. οὕτω δὲ καὶ φλεβὸς ἢ ἀρτηρίας αἱμοῤῥαγούσης ἀμέτρως
ὁ διατεμὼν ὅλον ἐγκάρσιον τὸ ἀγγεῖον οὐκέτι μὲν
ἰάσασθαι δύναται τὸ ἕλκος αὐτοῦ· τὸν δ’ ἐκ τῆς αἱμοῤῥαγίας
κίνδυνον ἐπέσχεν. ἀλλὰ καὶ νεῦρον νυγὲν ἀναγκαζόμεθα
πολλάκις ἐγκάρσιον διακόπτειν, ὅταν ἤτοι σπασμοὺς,
ἢ παραφροσύνας, ἢ ἀμφότερα μεγάλα καὶ δυσίατα βλέπωμεν
ἑπόμενα τῇ τρώσει. κατὰ δὲ τὸν αὐτὸν τρόπον ἐξάρθρημα
μεθ’ ἕλκους ἐπειδὰν γένηται κατά τι τῶν μειζόνων ἄρθρων,
τὸ μὲν ἕλκος ἰώμεθα, τὸ δὲ ἐξάρθρημα καταλείπομεν ἀνίατον·
ὅτι καὶ τοῦτ’ ἐγχειρούντων ἰάσασθαι, σπασμοὶ τοὐπίπαν
Work
Title: De Methodo Medendi
English: On the Therapeutic Method
Original: Θεραπευτικῆς μεθόδου
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1825
Series: Claudii Galeni Opera Omnia
Volume: 10
Pages: 1-1021
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_078.xml [2.0 Mb]