De Methodo Medendi (On the Therapeutic Method)
Kühn 1825
καθ’ αὑτὸ καὶ σὺν ἄλλοις λεπτῦναί τε τοὺς χυμοὺς ἱκανὸν
καὶ κενῶσαι, τὰ μέν τοι δι’ οὔρων αἰσθητῶς, τὰ δέ τοι καὶ
κατὰ τὴν ἄδηλον αἰσθήσει διαπνοήν· ἀλλὰ καὶ οἱ διὰ τῶν
κεκαυμένων ἐχιδνῶν ἅλες ἱκανῶς λεπτύνουσι. καὶ πολλοὶ
τῶν ἰσχνοτέρων ἢ μέσως εὐσάρκων ὑπὸ τῶν τοιούτων φαρμάκων
πόσεως ἀπώλοντο, κατοπτηθέντος αὐτοῖς τοῦ αἵματος.
ὥρμησαν δ’ ἐπ’ αὐτὰ θεασάμενοί τινας ἀπηλλαγμένους
ἀρθριτικῶν παθῶν, οὐκ ἐπιλογισάμενοι τὴν κρᾶσιν τῶν
ὠφεληθέντων, ὑγροτέραν τε καὶ φλεγματικωτέραν οὖσαν,
οἵα πέρ ἐστι καὶ ἡ τῶν παχέων, ἐφ’ ὧν ἀκίνδυνος ἡ τῶν
τοιούτων χρῆσις φαρμάκων. ἐγὼ γοῦν ἐθεράπευσα τινὰ νεανίσκον
ἐτῶν ἐγγὺς τεσσαράκοντα, παχὺν ἱκανῶς γεγονότα, τῇ
τε πρὸς τοὺς ἀρθριτικοὺς ἀντιδότῳ καὶ τοῖς ἁλσὶ τῆς θηριακῆς,
αὐτῇ τε τῇ θηριακῇ μετὰ τοῦ καὶ τῇ ἄλλῃ διαίτῃ τῇ
λεπτυνούσῃ χρῆσθαι καὶ γυμνασίων δρόμοις ὠκέσι. παρεσκεύαζον
δ’ αὐτὸν ἐπὶ τὸν δρόμον, ἀνατρίβων μὲν πρῶτον
ὠμολίνοις τραχέσιν; ἄχρι τοῦ φοινίξαι τὸ δέρμα, τρίβων ἐφεξῆς
τρίψει δι’ ἐλαίου τῶν διαφορητικῶν τι φαρμάκων ἔχοντος,
Work
Title: De Methodo Medendi
English: On the Therapeutic Method
Original: Θεραπευτικῆς μεθόδου
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1825
Series: Claudii Galeni Opera Omnia
Volume: 10
Pages: 1-1021
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_078.xml [2.0 Mb]