De Methodo Medendi (On the Therapeutic Method)
Kühn 1825
καθάπερ ἕλκειν πέφυκεν, οὕτω καὶ διαφορεῖν. ἐὰν οὖν ἀναμείνῃς
διαφορηθῆναι τὸ ἑλχθὲν, οὐδὲν ἕξεις πλέον. οὕτω
καὶ πυγὰς τίς ἀνδραποδοκάπηλος ἔναγχος ηὔξησεν ἐν ὀλίγῳ
χρόνῳ παιδὸς ὑπολέπτου, συμμέτρως μὲν τῇ κατακρούσει
χρώμενος ἑκάστης ἡμέρας ἢ παρὰ μίαν, συμμέτρως δὲ πιττῶν.
ἀλλὰ τοῖς γε τὸ σύμπαν σῶμα λεπτοῖς καὶ λούεσθαι
μετὰ τροφὴν ἐπιτήδειον. ὥσπερ δὲ τοῖς λεπτύνουσι βοηθήμασι
κίνδυνος ἦν ἀκολουθῆσαι πυρετὸν ὑπερθερμανθέντος
ἀμέτρως τοῦ σώματος, οὕτω καὶ τοῖς λουομένοις ἐπὶ τροφαῖς
κίνδυνός ἐστι κατὰ τὸ ἧπαρ ἔμφραξιν γενέσθαι, καὶ
μάλιστα διὰ τὸ τῶν ἐδεσμάτων εἶδος· ἐμφράττει γὰρ καὶ
ἄλλως τὰ παχύχυμα, χρωμένων ἐπὶ πλέον αὐτοῖς. ὅπου δὲ
καὶ ἄλλως τοῦτο δρᾷν πέφυκε, πολὺ δὴ μᾶλλον ἐπὶ βαλανείοις
ἅμα τροφῇ τοῦτο δράσει. γίνεταί γε μὴν καὶ λίθων
ἐν νεφροῖς σύστασις ἐπὶ τῇ τοιαύτῃ διαίτῃ χρονιζούσῃ·
διὰ τί δὲ, οὐ πᾶσι γίνεται πρόδηλον. ἐνίους μὲν γὰρ εἰκός
ἐστιν ἤτοι πυκνοὺς ἔχειν τοὺς νεφροὺς ἢ στενὰς τὰς ἀναστομώσεις
τῶν ἐν ἥπατι φλεβῶν, ἐνίους δὲ τἀναντία. καὶ τούτων
Work
Title: De Methodo Medendi
English: On the Therapeutic Method
Original: Θεραπευτικῆς μεθόδου
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1825
Series: Claudii Galeni Opera Omnia
Volume: 10
Pages: 1-1021
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_078.xml [2.0 Mb]