De Methodo Medendi (On the Therapeutic Method)
Kühn 1825
ἐν τοῖς κεραννυμένοις ὅλαι δι’ ὅλων ἀναμίγνυνται, δέδεικταί
μοι πρόσθεν ἤδη καὶ νῦν, εἴ τι δεήσει, δειχθήσεται. ὥστε
καὶ κατὰ Πλάτωνα καὶ κατὰ τοὺς ἐκ τοῦ. περιπάτου καὶ
κατὰ τοὺς ἐκ τῆς στοᾶς ἡ Ἱπποκράτους νικᾷ φυσιολογία·
καὶ πολὺ δὴ μᾶλλον ἐκ τῆς φυσιολογίας ἅπαντες ἐπιδεικνύουσιν
οἱ προειρημένοι φιλόσοφοι μὴ δύνασθαί τινα, καλῶς
ἰάσασθαι τὰ νοσήματα, πρὶν ὅλου τοῦ σώματος ἐπισκέψασθαι
τὴν φύσιν. ἆρ’ οὖν ἐνίκησεν. ἂν ἐν τούτοις τοῖς φιλοσόφοις
ὁ Θεσσαλὸς ἀγωνιζόμενος ὑπὲρ τῶν πρωτείων, οἳ τῆς
σκυτῶν ἁπάσης φυσιολογίας Ἱπποκράτην προὐστήσαντο; τί
δὲ εἰ τοῖς γεωμέτραις, ἢ τοῖς ἀστρονόμοις, ἢ τοῖς μουσικοῖς,
ἢ τοῖς ῥήτορσιν. ἐπιτρέψειε τὴν κρίσιν; ἆρ’ οἰόμεθα καὶ τούτους
Ἱπποκράτην παρελθόντας ἕτερόν τινα στεφανώσειν;
ἐγὼ μὲν οὔτ’ ἄλλον τινὰ πέπεισμαι τὰ πρωτεῖα λήψεσθαι, καὶ
πάντων ἥκιστα τὸν ἰταμώτατον Θεσσαλόν οὐδεὶς γὰρ οὕτως
ἠτίμησεν οὐ γεωμετρίαν, οὐκ ἀστρονομίαν, οὐ μουσικὴν, οὕ
ῥητορικὴν, ὡς ἐκεῖνος, ὥστε ταύτῃ γ’ ἐν ἐχθρῶν θεάτρῳ
γένοιτ' ἂν ὁ ἀγὼν αὐτῷ. ἀλλ’ ἴσως τούτους μὲν οὐκ ἂν εἰς
Work
Title: De Methodo Medendi
English: On the Therapeutic Method
Original: Θεραπευτικῆς μεθόδου
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1825
Series: Claudii Galeni Opera Omnia
Volume: 10
Pages: 1-1021
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_078.xml [2.0 Mb]