De Methodo Medendi (On the Therapeutic Method)
Kühn 1825
προτρέπει τε καὶ συναύξει τοὺς πώρους· ὅσα δὲ διαφορητικὰ,
καὶ τοὺς ὄντας ἤδη μεγάλους καθαίρει. μήτε δὲ ἀνατρέφειν
ἐθέλων μήτε καθαίρειν τὸν πῶρον, ἀλλ’ ὡς αὐτὸς ὡρμήθη
δέχεσθαι, φαρμάκων κέχρητο τῶν ἐναίμων ὀνομαζομένων·
ἃ δὴ μετρίως ξηραίνοντα καὶ τὴν πῆξιν ἐργάζεται μετρίαν τοῦ
πώρου. περὶ μὲν δὴ τῶν ἐγκαρσίων καταγμάτων ἱκανὰ καὶ
ταῦτα· περὶ δὲ τῶν παραμήκων τὰ μὲν ἄλλα σύμπαντα
τὰ αὐτὰ, πιέζειν δὲ χρὴ μᾶλλον ταῦτα κατ’ αὐτὸ τὸ
κάταγμα καὶ προστέλλειν εἴσω τὸ ἀφεστηκός. ὅσα δὲ ἐθραύσθη
πολυειδῶς καὶ μάλιστα σὺν ἕλκεσιν, ὅπερ ὡς τὰ πολλὰ
φιλεῖ γίγνεσθαι, σπλῆνα σκεπαρνηδὸν ὡς Ἱπποκράτης ἐκέλευσε
περιβάλλειν, οἴνῳ τέγγοντας αὐστηρῷ τε καὶ μέλανι καὶ
μάλιστ’ ἐν θέρει. σήπεται γὰρ εἴτε ἐλαίῳ τις εἴτε κηρωτῇ
χρῷτο, δεόμενά γε ξηραίνεσθαι μειζόνως ἢ τἄλλα, διότι καὶ
μεῖζον τὸ πάθημα. καὶ τοίνυν καὶ τὰ φάρμακα πάντα τῶν
ξηραινόντων ἔστω, καθάπερ ἐκεῖνος ἐκέλευσεν, ἅμα καὶ τὸ
μέτρον ἐπ’ αὐτοῖς ὁρίσας· ἐκ γὰρ τῶν ἐναίμων ὀνομαζομένων
Work
Title: De Methodo Medendi
English: On the Therapeutic Method
Original: Θεραπευτικῆς μεθόδου
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1825
Series: Claudii Galeni Opera Omnia
Volume: 10
Pages: 1-1021
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_078.xml [2.0 Mb]