Digital Corpus for Graeco-Arabic Studies

Galen: Ad Glauconem de Methodo Medendi (Therapeutics to Glaucon)

Kühn 1826

τριταῖον. ἀνάλογον δὲ καὶ τεταρταῖον καὶ ἀμφημερινόν. ᾧ μὲν γὰρ ὑπάρχει πάνθ’ ὅσα πρόσθεν ἔγραψα τεταρταίων πυρετῶν γνωρίσματα, γνήσιός τε καὶ ἀκριβὴς τεταρταῖος. ᾧ δὲ μὴ, νόθος τις ἐκεῖνος καὶ οὐκ ἀκριβής. καὶ ἀμφημερινῶν δὲ ὅτῳ μὲν πάνθ’ ὅσα γέγραπται πάρεστιν, ἀκριβής· ᾧ δὲ μὴ, ὁ τοιοῦτος οὐκ ἀκριβὴς. οὐκ οὖν οὐδὲ χρόνιοι ὁμοίως τεταρταίῳ καὶ ἀμφημερινῷ οἱ οὐκ ἀκριβεῖς, ἀλλ’ ὥσπερ τριταῖος ὀξὺς ὁ ἀκριβὴς, οὕτω τεταρταῖός τε καὶ ἀμφημερινὸς χρόνιοι. ταῦτα μὲν ἐν τοῖς κατὰ περίοδόν τινα πυρέττουσι σκοπεῖσθαι. τῶν δ’ ἄλλων πυρεττόντων οὖρά τε καὶ διαχωρήματα καὶ τὴν ὅλην ἕξιν τοῦ σώματος ὁρᾷν· καὶ τὴν θερμασίαν καὶ τὴν τῶν ἀρτηριῶν κίνησιν, ὅσα τ’ ἄλλα πρὸς τούτοις ὁ Ἱπποκράτης τε καὶ ἡ μακρὰ πεῖρα κελεύει σκοπεῖσθαι, χώρας καὶ ὥρας καὶ καταστάσεις καὶ ἡλικίας καὶ κράσεις σωμάτων, ἔθη τε καὶ τὰ προηγησάμενα τῶν αἰτίων καὶ τὰ συνεισβάλλοντα τοῖς νοσήμασι καὶ ὅσα μεταξὺ ἐπιφαίνεται. παρῄνηται μὲν οὖν ὡς ἄν τινι δόξῃ τὸ πᾶν, οὐ μὴν πρός γε τὴν ἀλήθειαν 

Work

Title: Galen: Ad Glauconem de Methodo Medendi
English: Therapeutics to Glaucon
Original: Τῶν πρὸς Γλαύκωνα θεραπευτικῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1826

Series: Claudii Galeni Opera Omnia

Volume: 11

Pages: 1-146

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_079.xml [300 Kb]