Digital Corpus for Graeco-Arabic Studies

Galen: Ad Glauconem de Methodo Medendi (Therapeutics to Glaucon)

Kühn 1826

σαρκώδη φλεγμαίνοντα βραχέως δεῖται ξηραίνεσθαι· καὶ μὲν δὴ καὶ ὅσα φλεβώδη, κᾂν ᾖ μᾶλλον τῶν σαρκωδῶν ξηρότερα, ἀλλ’ οὐδ’ αὐτά γε ἱκανῶς. ὅσα δ’ ἀρτηριώδη τὴν φύσιν ἐστὶ μόρια, μᾶλλον ἔτι τῶν φλεβωδῶν καὶ τούτων ἔτι μᾶλλον τὰ νευρώδη, καὶ πολὺ δὴ μᾶλλον τούτων ὅσα χονδρώδη καὶ ὀστώδη. πρὶν γὰρ εἰς τὴν οἰκείαν ἐπανέλθοι φύσιν τὸ μέρος, οὐδέπω τέλος ἡγητέον ἔχειν τὴν ἴασιν. ἐπανάγει δ’ εἰς τὴν ξηροτέραν μὲν κρᾶσιν, ὅσα φύσει ξηρότατα· εἰς δὲ τὴν ψυχροτέραν ὅσα ψυχρότατα. καὶ κατὰ τὰς ἄλλας δὲ δύο ποιότητας ὁμοίως· εἰς δὲ τὸ μέτριον ἐν ἑκάστῃ τὰ μέτρια. οὕτω μὲν αἱ κράσεις τῶν μορίων ποικίλλουσι τὰς τῶν παθῶν θεραπείας. αἱ δὲ διαπλάσεις ὡδί· τὰ μὲν γὰρ ἔνδον αὐτῶν εὐρύτητας ἔχει, τὰ δ’ ἔξωθεν, τὰ δ’ ἑκατέρωθεν, τὰ δ’ οὐδετέρωθεν· οἷον τῶν μὲν ἁπλῶν αἱ ἀρτηρίαι καὶ αἱ φλέβες καὶ νεῦρα· αἱ μὲν ἐν τοῖς κώλοις ἔνδον αὐτῶν· αἱ δ’ ἐντὸς περιτοναίου καθ’ ἑκάτερα· νεῦρα δὲ τὰ μὲν ἐν τοῖς κώλοις, κατ’ οὐδέτερον· ὅσα δ’ ἐντὸς περιτοναίου, κατὰ θάτερον. τοῖς δὲ σπλάγχνοις σχεδὸν ἅπασιν ἔνδοθέν τε καὶ ἔξωθέν εἰσιν 

Work

Title: Galen: Ad Glauconem de Methodo Medendi
English: Therapeutics to Glaucon
Original: Τῶν πρὸς Γλαύκωνα θεραπευτικῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1826

Series: Claudii Galeni Opera Omnia

Volume: 11

Pages: 1-146

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_079.xml [300 Kb]