Digital Corpus for Graeco-Arabic Studies

Galen: Ad Glauconem de Methodo Medendi (Therapeutics to Glaucon)

Kühn 1826

αὐτῶν ἐπὶ πλέον ἐν τῷ πέμπτῳ τῆς περὶ τῶν ἁπλῶν φαρμάκων πραγματείας. καὶ τὰ παραδείγματα αὐτῶν εἴρηται, τά γε ἁπλᾶ μυελοί τε σύμπαντες καὶ στέατα. πρωτεύει δὲ τῶν μὲν μυελῶν πάντων ὁ ἐλάφειος· εἶτα ὁ μόσχειος. στεάτων δὲ ἐν μὲν τοῖς πτηνοῖς ζώοις τὸ χήνειον· ἐν δὲ τοῖς πεζοῖς τὸ λεόντειον. ἐφεξῆς δὲ χηνείῳ μὲν τὸ τῆς ἀλεκτορίδος· λεοντείῳ δὲ τὸ τῶν παρδάλεων καὶ τὸ τῶν ἄρκτων· εἶτα τὸ τῶν ταύρων. τὸ δὲ τῶν αἰγῶν παχύτερόν τε τούτων ἐστὶ καὶ ξηρότερον· ἔτι δὲ μᾶλλον αὐτοῦ τὸ τῶν τράγων. ὅτι δ’ οὐ δεῖται τῶν ἰσχυρῶς ξηραινόντων φαρμάκων τὸ πάθος τοῦτο, προείρηται. περὶ δὲ τῆς κατὰ λεπτομέρειάν τε καὶ παχυμέρειαν αὐτῶν διαφορᾶς ἐνδεικτικῶς μὲν εἴρηται, σαφῶς δ’ οὐδέπω. διὸ νῦν ἀναμνῆσαί σε προσήκει τῶν ῥηθέντων ἡμῖν πρὸς ἀλλήλους, ὅτε τὸ τοῦ Κερκυλλίου παιδάριον ἐθεράπευον, ἐξ ἐρυσιπέλατος σφοδρῶς στυφθέντος τε καὶ ψυχθέντος ὄγκον σκιῤῥώδη ἔχοντος ἐν ὅλῳ τῷ μηρῷ. λεπτομερῆ γὰρ ἡμῖν ἐφαίνετο δεῖν εἶναι τὰ μέλλοντα θεραπεύειν αὐτὸ φάρμακα, διὸ κατήντλουν ἐλαίῳ τὸν μηρὸν, ἐν σκάφῃ καθίζον βαθείᾳ 

Work

Title: Galen: Ad Glauconem de Methodo Medendi
English: Therapeutics to Glaucon
Original: Τῶν πρὸς Γλαύκωνα θεραπευτικῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1826

Series: Claudii Galeni Opera Omnia

Volume: 11

Pages: 1-146

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_079.xml [300 Kb]