Digital Corpus for Graeco-Arabic Studies

Galen: Ad Glauconem de Methodo Medendi (Therapeutics to Glaucon)

Kühn 1826

πολλάκις ἐλαίῳ δαψιλῶς θερμῷ Σαβίνῳ ἢ ἄλλῳ τινὶ τῶν λεπτομερῶν· οὐ χεῖρον δὲ καὶ ἀνήθου τὴν κόμην ἐναφεψήσασθαι καὶ μᾶλλον, εἰ χλωρὸν εἴη καὶ πρόσφατον. εἰ δὲ μὴ παρείη πυρίτης, τῷ μυλίτῃ χρηστέον· ὀνομάζουσι δ’ οὕτως ἐκεῖνον τὸν λίθον, ἐξ οὗ τὰς μύλας κατασκευάζουσιν, ἐφ’ ὧν ἀλήθουσι τὸν σῖτον.

Σπλῆνα μέντοι σκιῤῥούμενον οὐ μόνον ἔξωθεν ἰσχυροῖς φαρμάκοις θεραπεύειν προσήκει, ἀλλὰ καὶ διὰ πομάτων ἰσχυροτάτων. ἀνέχεται γὰρ καὶ τούτων ἀλύπως. ἄριστα δ’ ἐξ αὐτῶν καππαρέως ῥίζης φλοιὸς καὶ σκολοπενδρίου καὶ μυρίκης αἵ τε ῥίζαι καὶ οἱ ἀκρέμονες. ἕψειν δὲ τὰ τοιαῦτα πάντα προσήκει ἐν ὄξει τε καὶ ὀξυμέλιτι. πολλάκις δ’ ἁπτομένῳ φαίνεται μὲν ἀντίτυπος ὁ σπλὴν, οὐ μὴν σκιῤῥώδης ἐστὶν ὁ ὄγκος, ἀλλὰ πνευματώδης μᾶλλον. ἐφ’ οὗ προαποβρέξαντα δι’ ἀψινθίου φάρμακον ἔμπλαστρον ἐπιτιθέναι χρὴ μικτῆς δυνάμεως, ὁποῖόν ἐστι τὸ διὰ θείου τε καὶ στυπτηρίας. ἔστι δ’ ἀμέλει τὰ πλεῖστα τῶν ἐν ταῖς φαρμακίτισι βιβλίοις γεγραμμένων φαρμάκων τοιαῦτα. πρόσεχε δὲ

Work

Title: Galen: Ad Glauconem de Methodo Medendi
English: Therapeutics to Glaucon
Original: Τῶν πρὸς Γλαύκωνα θεραπευτικῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1826

Series: Claudii Galeni Opera Omnia

Volume: 11

Pages: 1-146

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_079.xml [300 Kb]