Digital Corpus for Graeco-Arabic Studies

Galen: Ad Glauconem de Methodo Medendi (Therapeutics to Glaucon)

Kühn 1826

οὐχ ἁπλῶς τῇ δυνάμει τῶν μεμιγμένων φαρμάκων, ἀλλὰ καὶ τῷ πόσῳ τῆς μίξεως. ἐπὶ γὰρ τῶν πνευματώδη τὸν ὄγκον ἐχόντων σπληνῶν καὶ μᾶλλον ἐπὶ τῶν οἰδημάτων, κᾂν πολὺ τῶν στυπτηριῶν ἐμβάλλῃς, οὐδὲν βλάψεις. ἐπὶ δὲ τῶν σκιῤῥωδῶν προσήκει ἐπικρατεῖν τὴν διαφορητικὴν δύναμιν, ὀλίγον δ’ αὐτῇ μεμίχθαι τῆς στυφούσης. ἓν γοῦν τῶν ἁπλῶν τε καὶ αὐτοφυῶν φαρμάκων τοιοῦτον ὑπάρχον ἁλὸς ἄνθος ἰᾶται σκιῤῥουμένους σπλῆνας, ἐπιτεθὲν ἔξωθεν αὐτοῖς ἐν κύστει. ἥπατος δὲ σκίῤῥον ἀρχόμενον μὲν ἰασάμεθα πολλάκις· ἐκταθέντα δ’ εἰς πλείους ἡμέρας οὔτ’ αὐτὸς ἠδυνήθην ἰάσασθαι, οὔτ’ ἄλλον τινὰ εἶδον ἰάσασθαι δυνηθέντα. πᾶσι μὲν οὖν τοῖς οὕτω παθοῦσιν ἐξ ἅπαντος ὕδερος ἕπεται. διαφθείρονται δ’ οἱ πλεῖστοι ἐν χρόνῳ μακροτέρῳ. τινὰς δ’ ἱστόρησα καὶ διὰ ταχέων ἀπολομένους, οἷς ἡ γαστὴρ διεχώρει πολλά. πρόδηλον οὖν ὅτι τούτοις ἱκανῶς ἐστέγνωτο τὰ στόματα τῶν μεταλαμβανόντων τὴν τροφὴν ἀγγείων, ἐκ τῶν σιμῶν τοῦ ἥπατος εἰς τὰ κυρτά. τοὺς δ’ οὖν θεραπευθέντας ἐξ αὐτῶν ἡ προειρημένη τῶν ἐν τοῖς μυώδεσι σκίῤῥων ἀγωγὴ διέσωσεν.

Work

Title: Galen: Ad Glauconem de Methodo Medendi
English: Therapeutics to Glaucon
Original: Τῶν πρὸς Γλαύκωνα θεραπευτικῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1826

Series: Claudii Galeni Opera Omnia

Volume: 11

Pages: 1-146

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_079.xml [300 Kb]