Digital Corpus for Graeco-Arabic Studies

Galen: Ad Glauconem de Methodo Medendi (Therapeutics to Glaucon)

Kühn 1826

πρόσωπον, καὶ ἡ τῶν ὀφθαλμῶν δὲ κίνησις δήλη. μόλις γὰρ ἐπαίρουσι τὰ βλέφαρα· καὶ ἡ ὑγρότης δὲ ἐν τοῖς βλεφάροις· ξηρὰ γὰρ γίνονται τοῖς λυπηθεῖσιν ἢ φροντίσασιν. ἡ κοιλότης δὲ κοινὸν ἁπάντων σύμπτωμα, λύπης, ἀγρυπνίας, φροντίδος, οὐ μὴν ἤδη γε καὶ θυμοῦ, τούτων γὰρ οὔτε τὰ κοιλότητος τῶν ὀφθαλμῶν οὔτε τὰ τῆς ἀχροίας ἐπίδηλα. καὶ ἡ θερμασία πλείων τε καὶ ὠκέως ἐκ τοῦ βάθους ἀναφερομένη καὶ τὸ μέγεθος τῶν σφυγμῶν οὐ καθαιρεῖται, καθάπερ ἐπ’ ἀγρυπνίας τε καὶ λύπης καὶ φροντίδος. ὥστε θυμοῦ μὲν καὶ πάνυ σαφῶς αὐτὰ διοριεῖς· ἀλλήλων δ’ ἐκεῖνα, καθότι προείρηται. τῶν δ’ ἐπὶ κόποις πυρεττόντων τὸ δέρμα ξηρότερον ἤπερ ἄλλῳ τινὶ τῶν ἐφημέρων πυρετῶν. ἀλλὰ τοῦτο μὲν ἅπασι τοῖς ἐπὶ κόπῳ πυρέξασι κοινὸν ἔν γε τῷ μέχρι τῆς ἀκμῆς τοῦ παροξυσμοῦ χρόνῳ. τὸ δ’ ἀπὸ τοῦδε τοῖς πλείστοις μὲν, ὅσοι γε μὴ ὑπερεπόνησαν, ἰκμάδες τινὲς ἢ ἀτμὸς θερμὸς ἐκ τοῦ βάθους ἀναφέρεται. τισὶ δὲ κᾀν τοῖς μετὰ τὴν ἀκμὴν χρόνοις ἡ ξηρότης παραμένει· γίνεται δὲ τοῦτο μάλιστα τοῖς ὑπερπονήσασιν, ἢ ψυχθεῖσιν, ἢ ἐγκαυθεῖσιν ἅμα τῷ κόπῳ.

Work

Title: Galen: Ad Glauconem de Methodo Medendi
English: Therapeutics to Glaucon
Original: Τῶν πρὸς Γλαύκωνα θεραπευτικῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1826

Series: Claudii Galeni Opera Omnia

Volume: 11

Pages: 1-146

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_079.xml [300 Kb]