Ad Glauconem de Methodo Medendi (Therapeutics to Glaucon)
Kühn 1826
δὴ καὶ εἰ τὸ ἴδιον τῶν πυρετῶν σημεῖον ἐν τοῖς σφυγμοῖς ἐναργὲς ἔχοιεν. εἰ δὲ καὶ ἀταξία τις ἢ ἀνωμαλία προσείη αὐτοῖς ἢ ἀῤῥυθμία, καὶ τοῦτ’ ἂν εἴη σημεῖον τοῦ μεγέθους ἅμα καὶ ὡς οὐκ εἰσὶ τῶν διαλειπόντων. εἰ δὲ τοιοῦτοι μείναντες ἐν τῇ τρίτῃ τῶν ἡμερῶν μείζονα τὸν παροξυσμὸν ἐνδείξαιντο ἢ εἰ καὶ τὰ διαχωρήματα καὶ τὰ οὖρα παντάπασιν ἄπεπτα φαίνοιτο, τοὺς τοιούτους πυρετοὺς οὐκ ἐνδέχεται παρὰ τὴν ἑβδόμην κριθῆναι. εἰ δὲ καὶ ἡ τετάρτη τῶν ἡμερῶν ὁμοία φαίνοιτο τῇ τρίτῃ, καὶ ὁ πυρετὸς οἷον σμυχόμενος εἴη, καὶ τὸ πρόσωπον ἥ τε πᾶσα ἕξις τοῦ σώματος ἀσύμπτωτος, ὁ τοιοῦτος εἰς πλείονα χρόνον ἐκτείνεσθαι φιλεῖ. τοιαῦται μέν τινες αἱ διαφοραὶ τῶν ἄνευ συμπτωμάτων πυρετῶν.
Ἡ θεραπεία δὲ καθ’ ἕκαστον αὐτῶν ἐφεξῆς γεγράψεται· πρῶτον μὲν τῶν διαλειπόντων, δεύτερον δὲ τῶν συνεχῶν λεγομένων. ἐπὶ μὲν οὖν τοῖς διαλείπουσιν ὀξύτατός τε ἅμα καὶ ἐπιεικέστατος ὁ τριταῖός ἐστι· μακρότατος δὲ καὶ ἀκίνδυνος ὅσον ἐφ’ ἑαυτῷ ὁ τεταρταῖος. ὁ δ’ ἀμφημερινὸς μακρὸς καὶ οὐκ ἀκίνδυνος, ὥστε καὶ τὴν δίαιταν εὐθὺς
Work
Title: Ad Glauconem de Methodo Medendi
English: Therapeutics to Glaucon
Original: Τῶν πρὸς Γλαύκωνα θεραπευτικῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1826
Series: Claudii Galeni Opera Omnia
Volume: 11
Pages: 1-146
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_079.xml [300 Kb]