Digital Corpus for Graeco-Arabic Studies

Galen: Ad Glauconem de Methodo Medendi (Therapeutics to Glaucon)

Kühn 1826

ἐξ ἀρχῆς καθίστασθαι προσήκει, πρὸς τὸν ξύμπαντα χρόνον τοῦ νοσήματος ἀποβλέποντας. τὰ μὲν γὰρ ὀξέα καὶ ταχέως ἀκμάζοντα, κᾂν εἰ πάνυ λεπτῶς θέλοι τις διαιτᾷν, οὐκ ἄν τι μέγα βλάψει. ὅσα δὲ χρονιώτερα, ταῦτ’ εἰ μὴ κατ’ ἀρχὰς ἁδρότερον διαιτήσειας, ἢ συναναιρήσεις τῷ νοσήματι τὸν ἄνθρωπον ἢ οὐκ ἐν καιρῷ τὴν δίαιταν ὑπαλλάξεις. οὐ γὰρ χρὴ προσιούσης τῆς ἀκμῆς ἁδρότερον ἢ πρόσθεν διαιτᾷν, ἀλλὰ τοὐναντίον τῆς ὅλης τοῦ πάθους διαίτης τὸ λεπτότατον εἰς τὴν ἀκμὴν ἀποτίθεσθαι χρή· τοῦτο μὲν οὖν κοινὸν ἁπάντων. πρὸς αὐτῷ δὲ δεῖ καὶ τὰ ἴδια τῶν διαλειπόντων ἐπισκοπεῖσθαι, οἷον εὐθὺς ἐν τοῖς τριταίοις, οὐδὲν γὰρ χεῖρον ἐντεῦθεν ἄρξασθαι, διοριζέσθω σοι κατ’ ἀρχὰς εἰ ἀκριβής ἐστι καὶ ὡς ἄν τις εἴποι γνήσιος, ἢ οὐκ ἀκριβὴς, ἀλλ’ οἷον νόθος τις. ὁ μὲν γὰρ ἀκριβὴς τριταῖος τὸ μακρότατον ἐν ἑπτὰ περιόδοις κρίνεται, πρὸς τῷ καὶ ἀκινδυνότατος εἶναι. τὸν ἕτερον δὲ τὸν οὐκ ἀκριβῆ οἶδά ποτε φθινοπώρου μὲν ἀρξάμενον, ἦρος δὲ παυσάμενον· εἶτα οἷα εἰκὸς ἐν τοσούτῳ χρόνῳ, τὸ μέν τι καὶ αὐτοῦ τοῦ νοσοῦντος οὐ πάνυ τι πειθομένου τοῖς τῶν ἰατρῶν

Work

Title: Galen: Ad Glauconem de Methodo Medendi
English: Therapeutics to Glaucon
Original: Τῶν πρὸς Γλαύκωνα θεραπευτικῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1826

Series: Claudii Galeni Opera Omnia

Volume: 11

Pages: 1-146

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_079.xml [300 Kb]