Digital Corpus for Graeco-Arabic Studies

Galen: Ad Glauconem de Methodo Medendi (Therapeutics to Glaucon)

Kühn 1826

προστάγμασιν, ἀλλὰ καὶ ἁμαρτάνοντός τι· τὸ δέ τι καὶ ὑπὸ τῆς αἰτίας τοῦ χειμῶνος βλαπτομένου, σπλήν τε μέγιστος ἐξήρθη καὶ ὑποχόνδρια διεφυσᾶτο· καί τις ἤδη καὶ ὕποιδος ἦν ἄχροια περί τε τὸ πρόσωπον καὶ οὐχ ἥκιστα τοῖς σκέλεσιν, ὥστε δεῖσαί τε ἡμᾶς ἀμφὶ τῷ μειρακίῳ καὶ δεηθῆναι μειζόνων βοηθημάτων. οὕτως οὐδὲν ὅμοιον ἔχει ὁ τοιοῦτος τριταῖος τῷ ἀκριβεῖ· διὰ τοῦτο οὖν φημι χρῆναι κατὰ τὰς ἀρχὰς αὐτοὺς διορίζειν. εἰς ὅσον γὰρ τῇ φύσει διαφέρουσιν, εἰς τοσοῦτον εὔλογόν ἐστι καὶ τὸν τῆς διαίτης τρόπον ὑπαλλάττεσθαι. ὅπως οὖν ἄριστα διορισθεῖεν, ἀρκεῖ μοι τὰ τῷ μειρακίῳ συμπεσόντα γράψαι, παράδειγμά τε ἅμα τῶν οὐκ ἀκριβῶν τριταίων καὶ ὑπομνήματά σοι γενησόμενα. ἦν μὲν δὴ τοῦ ἔτους τὸ μεταξὺ πλειάδων τε δύσεως καὶ τῆς προγεγενημένης ἰσημερίας· ἤρξατο δὲ μετὰ φρίκης ὁ πυρετὸς τῷ μειρακίῳ περὶ αὐτὴν σχεδὸν τὴν ἕω· ὥστε μήτε τῆ θερμασίᾳ τριταίῳ τι δόξαι ἐοικέναι μήτε τοῖς σφυγμοῖς· ἀλλ’ οὐδὲ χολῆς ἔμετος ἠκολούθησεν οὔτε ἱδρὼς ἱκανός· ἀλλὰ μόνον ἐν τῇ δευτέρᾳ τῶν ἡμερῶν ὥρᾳ που τρίτῃ βραχεῖαι νοτίδες

Work

Title: Galen: Ad Glauconem de Methodo Medendi
English: Therapeutics to Glaucon
Original: Τῶν πρὸς Γλαύκωνα θεραπευτικῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1826

Series: Claudii Galeni Opera Omnia

Volume: 11

Pages: 1-146

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_079.xml [300 Kb]