Digital Corpus for Graeco-Arabic Studies

Galen: Ad Glauconem de Methodo Medendi (Therapeutics to Glaucon)

Kühn 1826

ἐγίγνοντο, ἐφ’ αἷς διεπνεῖτο μὲν ὁ πυρετὸς ἀτρέμα οὕτως, ὥστε περὶ τὴν ἑσπέραν μόγις ἀπύρετον εἶναι δοκεῖν· ἔμενε δὲ δηλαδὴ κατὰ τοὺς σφυγμοὺς τό τε τοῦ πυρετοῦ σημεῖον αὐτῷ σαφὲς ἱκανῶς. ἀλλὰ τἄλλα γε πάνυ εὐφόρως εἶχε κατὰ τὴν ἑσπέραν καὶ δι’ ὅλης τῆς νυκτός. αὖθις δὲ περὶ τὴν ἕω τῆς τρίτης ἡμέρας δευτέρα καταβολὴ γίνεται, τὰ πάντα τῇ πρώτῃ παραπλησία, πλὴν τοῦ χρόνου· τῆς γὰρ ἐπιούσης νυκτὸς ὀλίγον πρὸ τῆς ἡμέρας νοτίδες ἐγίγνοντο καὶ ὁ πυρετὸς ἐπαύετο περὶ τὴν ἕω τῆς τετάρτης ἡμέρας· καὶ τοῦ λοιποῦ δὲ παντὸς φθινοπώρου καὶ χειμῶνος, ἐν ᾧ διενόσησε, τά τ’ ἄλλα πάντα καὶ ὁ χρόνος τῆς καταβολῆς καὶ τῆς λύσεως τοῦ πυρετοῦ κατὰ ταὐτὰ διέμενον. ἦν δὲ τὸ μειράκιον ἡλικία μὲν ἀμφὶ τὰ ὀκτωκαίδεκα ἔτη, λευκὸν δ’ ἰδέσθαι καὶ πῖον, ἀργότερον τῷ βίῳ καὶ πολλάκις ἔμπροσθεν ἐν μέθαις τε καὶ λουτροῖς συνεχέσι καὶ πλησμοναῖς γεγενημένον, ὥστ’ οὐδὲ χρηστῶς ἔπεττε τὰ σιτία. συνεισέβαλε δ’ αὐτῷ καὶ σκληρὸς σφυγμὸς ἐν μὲν τῇ πρώτῃ καὶ δευτέρᾳ τῶν ἡμερῶν μετρίως, ἐν δὲ τῇ τρίτῃ καὶ τετάρτῃ

Work

Title: Galen: Ad Glauconem de Methodo Medendi
English: Therapeutics to Glaucon
Original: Τῶν πρὸς Γλαύκωνα θεραπευτικῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1826

Series: Claudii Galeni Opera Omnia

Volume: 11

Pages: 1-146

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_079.xml [300 Kb]