Digital Corpus for Graeco-Arabic Studies

Galen: Ad Glauconem de Methodo Medendi (Therapeutics to Glaucon)

Kühn 1826

καὶ ταῖς ἐφεξῆς μέχρι τῆς ἑβδόμης εἰς τοσοῦτον ἧκε σκληρότητος, ὡς ἄν τινα δόξαι τῷ σφυγμῷ μόνῳ πιστεύσαντα πολλῶν εἶναι τὸ νόσημα μηνῶν· καὶ τοιοῦτος παρέμενεν ἄχρι τῆς κατὰ τὸ ἔαρ ἰσημερίας, ἐν ᾗ πρῶτον ἤρξατο μαλάττεσθαι. καὶ αὖθις ὕστερον ἡμέρᾳ τεσσαρακοστῇ τελέως ἀπαλλάττεται τοῦ τριταίου, κατὰ βραχὺ τοῦ τε σφυγμοῦ μαλαχθέντος καὶ τοῦ παροξυσμοῦ μικροτέρου γιγνομένου καὶ τῶν οὔρων ὑπόστασιν χρηστὴν ἐχόντων· καὶ γὰρ οὖν καὶ ταῦτα κᾀν τῷ πρόσθεν χρόνῳ πάντα δεινῶς ἦν ἄπεπτα. τοιοῦτος μὲν δὴ ὁ ἐναντιώτατος τῷ ἀκριβεῖ τριταίῳ. τοὺς δ’ ἄλλους τοὺς μεταξὺ παμπόλλους ὄντας ἐκ τῶν ἄκρων ἀφωρισμένων οὐ χαλεπῶς ἂν εὑρήσεις. ἃ γὰρ ἐν ἀρχῇ τοῦ λόγου τριταίων πυρετῶν ἔγραψα γνωρίσματα, ταῦτα σύμπαντα εἰ παρείη, τὸν ἀκριβῆ τριταῖον οὐκ ἐργάζεται, ᾧ πάντως καὶ ὁ τοῦ παροξυσμοῦ χρόνος βραχὺς ὡρῶν τεττάρων ἢ πέντε ἢ ἓξ ἢ τὸ μήκιστον ἕνδεκά που ἢ δώδεκα. καὶ μὲν δὴ καὶ τὰ οὖρα τῶν τοιούτων ἐν τῇ τρίτῃ τῶν ἡμερῶν ἢ πάντως γε τῇ τετάρτῃ φέρει τι σημεῖον πέψεως. οὕτω μὲν οὖν ἀκριβῆ τε καὶ οὐκ ἀκριβῆ γνωρίζοις

Work

Title: Galen: Ad Glauconem de Methodo Medendi
English: Therapeutics to Glaucon
Original: Τῶν πρὸς Γλαύκωνα θεραπευτικῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1826

Series: Claudii Galeni Opera Omnia

Volume: 11

Pages: 1-146

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_079.xml [300 Kb]