Digital Corpus for Graeco-Arabic Studies

Galen: Ad Glauconem de Methodo Medendi (Therapeutics to Glaucon)

Kühn 1826

ὧδ’ ἔχει. τὸ γάρ τοι μέγιστον μὲν ἁπάντων τούτων, ῥηθῆναι δὲ μικρότατον, οὐδέπω γέγραπται. τί δ’ ἐστὶ τοῦτο; ποσότης νοσήματος καὶ δυνάμεως· πρᾶγμα πρὸς μὲν τὴν δήλωσιν ἑνὸς ὀνόματος δεόμενον· εἰς δὲ τὴν χρείαν μέγιστον. οὐδὲ γὰρ οἷόν τε προγνῶναι καλῶς, ἄνευ τοῦ τὸ ποσὸν ἑκάστου τῶν εἰρημένων ἀκριβῶς ἐκλογίζεσθαι. καὶ γὰρ εἴτ’ ὀλέθριόν ἐστι τὸ νόσημα, εἴτε μὴ, καὶ ὁπηνίκα μᾶλλον δυνατὸν ἢ τεθνήξεσθαι τὸν ἄνθρωπον ἢ ἀπαλλαγήσεσθαι τοῦ πάθους, εἰ μὴ πάντων τῶν προειρημένων τὸ ποσὸν ἀκριβῶς διασκεψάμενος ἀνάγοις εἰς δύο κεφάλαια τήν τε νόσον αὐτὴν καὶ τοῦ νοσοῦντος τὴν δύναμιν, οὐκ ἂν οἷός τ’ εἴης προγνῶναι καλῶς. τῆς μὲν γὰρ δυνάμεως οὕτως ἰσχυρᾶς οὔσης ὡς περιγίγνεσθαι τοῦ νοσήματος, ἀνάγκη σωθῆναι τὸν ἄνθρωπον. εἰ δὲ τοὔμπαλιν εἴη, πάντως τεθνήξεται. μὴ τοίνυν ὁποῖόν τι τὴν ἰδέαν ἐστὶ τὸ νόσημα σκόπει μόνον, ἀλλὰ καὶ πηλίκον. οὐ μικρᾶς δὲ τοῦτό γε δεῖται τριβῆς, τά τ’ ἄλλα καὶ τῷ μήτε γραφῆναι μήθ’ ὅλως διδαχθῆναι λόγῳ δύνασθαι τὸ ποσὸν ἑκάστου. καὶ εἴτι ἄρα τὸ ἡμέτερόν ἐστιν, οὐχ ὑπ’ ἄλλου τινὸς εἰς τοσοῦτον

Work

Title: Galen: Ad Glauconem de Methodo Medendi
English: Therapeutics to Glaucon
Original: Τῶν πρὸς Γλαύκωνα θεραπευτικῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1826

Series: Claudii Galeni Opera Omnia

Volume: 11

Pages: 1-146

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_079.xml [300 Kb]