Digital Corpus for Graeco-Arabic Studies

Galen: Ad Glauconem de Methodo Medendi (Therapeutics to Glaucon)

Kühn 1826

ἀκριβείας ἥκει ἢ ἐκ τοῦ μάλιστα ἠσκῆσθαι περὶ τὸν τῆς ποσότητος στοχασμόν· τοῦτο μὲν δὴ καὶ ἐπ’ αὐτῶν τῶν ἔργων καὶ μαθεῖν καὶ διδάξαι δυνατόν. ὅσα δ’ ἐν τῇ ποιότητι τὸν διορισμὸν ἔχει, ταῦτα γράψομεν ἀκριβῶς τε ἅμα καὶ σαφῶς εἰς ὅσον ἐγχωρεῖ διὰ βραχέων.

Τὸν μὲν οὖν ἀκριβῆ τριταῖον, ὡς ἂν ὑπὸ τῆς ξανθῆς χολῆς κινουμένης δυναστευόμενον, ὑγραίνειν τε καὶ ψύχειν εἰς τοσοῦτον, εἰς ὅσον ἂν οἷόν τε μάλιστα. τὰ γὰρ ἐναντία τῶν ἐναντίων ἰάματά ἐστι, κολάζοντα μὲν τὸ ὑπερβάλλον, ἀντεισάγοντα δὲ τὸ λεῖπον. ὁ δὲ τῆς ξανθῆς χολῆς χυμὸς ἁπάντων τῶν ἐν τῷ σώματι χυμῶν θερμότατος καὶ ξηρότατός ἐστι. προτρέπειν οὖν χρὴ τὸν μὲν εἰς τὴν γαστέρα συῤῥέοντα, κενοῦσθαι δι’ ἐμέτων· τὸν δὲ κάτω ὑπιόντα ὡσαύτως διὰ τῆς κάτω ἐκκρίσεως· τοῦτο μὲν δὴ καὶ αὐτόματον ἐν τοῖς ἀκριβέσι γίνεται τριταίοις. καὶ τοῖς οὔροις δὲ καὶ τοῖς ἱδρῶσι ποδηγεῖν· ἀγαθὴ δὲ καὶ ἡ διὰ τῶν κάτω τῆς χολῆς κάθαρσις. ἀλλὰ τὴν μὲν γαστέρα μαλακοῖς κλύσμασι κενοῦν· τὰ οὖρα δὲ προτρέπειν σελίνου τε καὶ ἀνήθου τοῖς πόμασιν

Work

Title: Galen: Ad Glauconem de Methodo Medendi
English: Therapeutics to Glaucon
Original: Τῶν πρὸς Γλαύκωνα θεραπευτικῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1826

Series: Claudii Galeni Opera Omnia

Volume: 11

Pages: 1-146

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_079.xml [300 Kb]