Digital Corpus for Graeco-Arabic Studies

Galen: Ad Glauconem de Methodo Medendi (Therapeutics to Glaucon)

Kühn 1826

ἐναποβρέχοντα. καὶ ἤν σοι πέψεως σημεῖα προφαίνηται, θαῤῥῶν ἤδη καὶ τοῦ ἀψινθίου διδόναι· τοῦτο μὲν δὴ καὶ ἄλλως μέγιστον ἴαμα τοῦ στομάχου διὰ χολῆς δῆξιν καὶ μᾶλλον εἰ τῆς κόμης αὐτοῦ λαμβάνων ὅσον αὔταρκες ἐναποβρέχοις μελικράτῳ. λουτρὰ δὲ θερμὰ δι’ ὕδατος ποτίμου τὸ μέν τι κενοῖ τῆς χολῆς ἀπάγοντα, τὸ δέ τι καὶ τῇ ποιότητι μεγάλως ὀνίνησιν· ὑγραίνει γὰρ καὶ ψύχει κατὰ δύναμιν, ὅσα τοιαῦτα λουτρά. τὰ δὲ θαλάττια καὶ ἁλμώδη καὶ νιτρώδη καὶ θειώδη πλεῖον μὲν ἀπάγει τῆς χολῆς, πολὺ δ’ ἧττον ὠφελεῖ τῶν ποτίμων. ἄμεινον δ’ εἰπεῖν, οὐδ’ ὠφελεῖν αὐτὰ μειζόνως βλάπτοντα ταῖς ποιότησιν ἢ βοηθοῦντα ταῖς κενώσεσιν. ἀτὰρ οὖν καὶ οἶδά τινα κιβδήλῳ λογισμῷ τοιοῖσδε χρήσασθαι λουτροῖς ἀναπεισθέντα· εἶτα ξηρανθέντα τὴν ἕξιν τοῦ σώματος, εἰς τοσοῦτόν τε διαφθαρέντα, ὥστε μαρανθεὶς ἀπέθανεν. ἐπέτεινε δὲ αὐτῷ καὶ ἡ ἄλλη πᾶσα δίαιτα πρὸς τὴν κένωσιν τῆς χολῆς. ἀεὶ δὲ χρὴ ποιότητας ἐναντίας τῇ κρατούσῃ παρὰ φύσιν ἀντεισάγειν· καὶ ὡς τὸ πολὺ βέλτιον τοῦτο τοῦ κενοῦν ὁπωσοῦν· ὅπερ οὔτ’ αὐτὸς ἐγίνωσκεν, οὔθ’ ἑτέρων

Work

Title: Galen: Ad Glauconem de Methodo Medendi
English: Therapeutics to Glaucon
Original: Τῶν πρὸς Γλαύκωνα θεραπευτικῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1826

Series: Claudii Galeni Opera Omnia

Volume: 11

Pages: 1-146

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_079.xml [300 Kb]