Digital Corpus for Graeco-Arabic Studies

Galen: Ad Glauconem de Methodo Medendi (Therapeutics to Glaucon)

Kühn 1826

ἐμάνθανε λεγόντων. ἔν τε οὖν τοῖς λουτροῖς οὗτος ὁ σκοπὸς γιγνέσθω, διαβρέξαι τε καὶ ὑγρᾶναι τὸ σῶμα· καὶ διὰ τοῦτο μήτε νίτρου μήθ’ ἁλῶν μήτε νάπυος προσπάττειν, οἷα δὴ τοὺς πλείστους ἐστὶν ἰδεῖν λυμαινομένους τοῖς ἀῤῥώστοις, ἀλλ’ ὅτι μάλιστα θερμὸν ἔλαιον περιχέοντας ἐμβιβάζειν τε τῷ ὕδατι καὶ διαβρέχεσθαι, καὶ εἴ γ’ ἐθέλοιεν νήχεσθαι ἐν αὐτῷ, συγχωρεῖν αὐτοῖς εἰς ὅσον δύνανται. τοὺς δὲ φιλολουτροῦντας, οὐδ’ εἰ δὶς τῆς ἡμέρας λούειν ἐθέλοις, ἁμαρτάνοις· ἀλλ’ ἐν καιρῷ μάλιστά σοι τοῦτο μνημονευέσθω. εἰ δὲ καὶ πέψεως τῆς νόσου σημεῖα φαίνοιτο, κᾂν εἰ πλεονάκις λούοις, οὐκ ἂν ἁμάρτοις. οἴνου δὲ πρὶν μὲν πέττεσθαι τὸ νόσημα παντάπασιν εἴργειν, ἀρξαμένου δὲ πέττεσθαι, λεπτὸν καὶ ὑδαρῆ καὶ ὀλίγον τὴν πρώτην διδόναι· πλησίον δ’ ἤδη τοῦ λύεσθαι γενομένου πλείονα. σιτία δὲ ὅσα ὑγραίνει τε καὶ ψύχει, πάντα χρήσιμα τριταίοις ἀκριβέσι. τὸ δὲ ποσὸν ἐν αὐτοῖς τοσοῦτον ὅσον πλεῖστον καλῶς πέψαι δύνανται. λαχάνων μὲν ἀτράφαξίς τε καὶ βλίτον καὶ λάπαθον καὶ μαλάχη καὶ θριδακίνη καὶ κολοκύνθη. τῶν δ’ ἄλλων ὅ τε πτισάνης χυλὸς καὶ τὰ διὰ

Work

Title: Galen: Ad Glauconem de Methodo Medendi
English: Therapeutics to Glaucon
Original: Τῶν πρὸς Γλαύκωνα θεραπευτικῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1826

Series: Claudii Galeni Opera Omnia

Volume: 11

Pages: 1-146

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_079.xml [300 Kb]