Digital Corpus for Graeco-Arabic Studies

Galen: Ad Glauconem de Methodo Medendi (Therapeutics to Glaucon)

Kühn 1826

ἡ τοῦ ζωτικοῦ τόνου λύσις. αὗται μὲν αἱ τῆς λειποθυμίας αἰτίαι. καθ’ ἑκάστην δὲ αὐτῶν ἡ θεραπεία ἴδιος, καὶ γράψαι νῦν ὑπὲρ πασῶν οὐκ ἐγχωρεῖ. τὰς γὰρ ἐν τοῖς πάθεσι συνεδρευούσας οὐχ οἷόν τε χωρὶς ἐκείνων ἰάσασθαι. τοσοῦτον οὖν ἐν τῷ παρόντι λόγῳ ἐροῦμεν περὶ αὐτῶν, εἰς ὅσον ἄν τις μαθὼν ἱκανὸς εἴη τοῖς ἐξαίφνης ἐμπίπτουσιν ἐνίστασθαι παροξυσμοῖς. οἷον ὅτι τοῖς μὲν χολέραις καὶ διαῤῥοίαις καὶ ταῖς ἄλλαις ταῖς πολλαῖς καὶ ἀθρόαις κενώσεσιν ἐκλυομένοις ὕδωρ τε ψυχρὸν προσραίνειν καὶ τοὺς μυκτῆρας ἐπιλαμβάνειν καὶ ἀνατρίβειν τὸ στόμα τῆς γαστρὸς καὶ κελεύειν ἐμεῖν ἢ σπαράττειν τὸν στόμαχον ἤτοι δακτύλων ἢ πτερῶν καθέσεσιν· ἀλλὰ καὶ χεῖρας καὶ σκέλη καὶ πόδας διαδεῖν· εἶναι δὲ χρὴ καὶ τοὺς δεσμοὺς πλείονας μὲν καὶ σφοδροτέρους ἐν ταῖς χερσὶν, ὅταν διὰ τῶν κάτω μερῶν αἱ κενώσεις γίγνωνται, καθάπερ ἐν ταῖς αἱμοῤῥοΐσι καὶ διαῤῥοίαις ὅσας τε διὰ τῶν ὑστερῶν αἱ γυναῖκες κενοῦνται. τὸ γὰρ τὰ σκέλη τηνικαῦτα σφοδρῶς διαδεῖν ἐπισπᾶταί τι κάτω πολλάκις. ἔμπαλιν δ’ ἐν ταῖς διά τε ῥινῶν αἱμοῤῥαγίαις καὶ τοῖς ἐμέτοις οἱ δεσμοὶ πλείονές τε καὶ σφοδρότεροι κατὰ τὰ σκέλη γιγνέσθωσαν, 

Work

Title: Galen: Ad Glauconem de Methodo Medendi
English: Therapeutics to Glaucon
Original: Τῶν πρὸς Γλαύκωνα θεραπευτικῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1826

Series: Claudii Galeni Opera Omnia

Volume: 11

Pages: 1-146

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_079.xml [300 Kb]