Digital Corpus for Graeco-Arabic Studies

Galen: Ad Glauconem de Methodo Medendi (Therapeutics to Glaucon)

Kühn 1826

τῆς ταραχῆς, εἰ κατὰ τὴν φύσιν ἐστὶ τῆς ἡμέρας. ἡ μὲν γὰρ ἑβδόμη ἡμέρα καὶ κατὰ τὰς βραχείας παρασκευὰς τῆς φύσεως ἐξορμᾷ πρὸς τὴν διὰ κενώσεως κρίσιν. ἡ δ’ ἕκτη μεγάλης τε δεῖται τῆς παρασκευῆς καὶ πολλάκις μὲν οὐδ’ ἔκρινεν. εἰ δέ γε ἔκρινεν, οὔτε χωρὶς κινδύνου οὔτε πιστῶς. οὕτω δὲ καὶ τῶν ἄλλων ἡμερῶν ἑκάστης ἐστί τις ἴδιος φύσις, ἣν ἐν τοῖς περὶ κρισίμων διοριζόμεθα. φέρε δὴ καὶ τὴν ἡμέραν εἶναι κατὰ τὸ τῆς ταραχῆς μέγεθος. εἶτ’ ἐφεξῆς σκοπεῖν, ὁποία τις ἡ κρίσις ἔσται· περὶ μὲν οὖν τῶν ἄλλων οὐδὲν δεόμεθα λέγειν νῦν. εἰ δ’ ἔμετος ἢ αἵματος ἔκκρισις διὰ ῥινῶν ἔσεσθαι μέλλοι, ταύταις γὰρ ἐλέγομεν ταῖς ἐκκρίσεσιν ἕν τι τῶν σημείων εἶναι τὴν κεφαλαλγίαν, ἐκ τῶνδε μάλιστα διορίζεσθαι· πρῶτον μὲν εἰ μὴ κατ’ ἀρχὰς εὐθὺς εἰσέβαλεν οἷον σύμπτωμά τι τοῦ νοσήματος, ἀλλ’ ἐν τῇ πρὸ τῆς κρίσεως ταραχῇ. δεύτερον δ’ εἰ καὶ ὁ τράχηλος συναλγοίη καὶ ὑποχόνδριον ἀνασπώμενον εἴη καὶ εἰ δύσπνοιά τις αἰφνίδιος, οἱονεὶ στενοχωρουμένου τοῦ θώρακος. εἰ γὰρ ἐπὶ τούτοις ἅπασιν ἐξαίφνης

Work

Title: Galen: Ad Glauconem de Methodo Medendi
English: Therapeutics to Glaucon
Original: Τῶν πρὸς Γλαύκωνα θεραπευτικῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1826

Series: Claudii Galeni Opera Omnia

Volume: 11

Pages: 1-146

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_079.xml [300 Kb]