Digital Corpus for Graeco-Arabic Studies

Galen: Ad Glauconem de Methodo Medendi (Therapeutics to Glaucon)

Kühn 1826

ὀγκούμενοι οἱ σφυγμοὶ μὴ καταπίπτοιεν εἰς μικρότητα μηδ’ ἀμυδροὶ γίγνοιντο, παραχρῆμα τὴν κρίσιν ἐλπίζειν· εἰ δὲ πρὸς τῷ μὴ καταπίπτειν εἰς ὕψος ἀρθεῖεν καὶ σφοδρότητα προσλάβοιεν, ἐπιβλέπειν ἤδη χρὴ τὸ πρόσωπον τοῦ νοσοῦντος· εἰ γὰρ καὶ πάλλοιτό τι τῶν ἐν αὐτῷ μορίων ἢ σφύζοιεν αἱ ἐν τοῖς κροτάφοις φλέβες ἢ μῆλον ἢ ῥὶς ἢ ὀφθαλμὸς ἐρυθρότερα γίγνοιντο, τὴν κρίσιν μᾶλλον ἐλπίζειν. εἰ δὲ καὶ δακρύουσιν ἄκοντες ἢ μαρμαρυγὰς ὁρᾷν φαντάζοιντο καὶ τὰς χεῖρας ἐπὶ τὰς ῥῖνας φέροιεν ὡς κνώμενοι, τηνικαῦτα μὲν οὐκέτι μέλλον, ἀλλ’ ἤδη ῥέον ὄψει τὸ αἷμα. κνησαμένων γὰρ αὐτῶν ἅπαξ που καὶ δὶς εὐθὺς ἐκρήγνυται. μὴ καταπλαγῇς δ’ ἐν τούτοις, ἢν παραφρονοῦντα τὸν ἄνθρωπον καὶ ἀναπηδῶντα θεάσαιο. καὶ γὰρ καὶ ταῦτα τῆς ἄνω φορᾶς τῶν χυμῶν γνωρίσματα. καθάπερ ἥ τε δύσπνοια καὶ τὸ ὑποχόνδριον ἀνασπώμενον, ὅ τε τράχηλος ἅμα τῇ κεφαλῇ βαρυνόμενος· ἀλλά σοι σὺν τούτοις ἕν τι σημεῖον ἔστω καὶ ἡ παραφροσύνη. καὶ ταῦτα μὲν οὖν ἱκανὰ γνωρίσματα. προσέρχεται δ’ αὐτοῖς πολλάκις ἥ τε τοῦ νοσοῦντος ἡλικία τε καὶ φύσις

Work

Title: Galen: Ad Glauconem de Methodo Medendi
English: Therapeutics to Glaucon
Original: Τῶν πρὸς Γλαύκωνα θεραπευτικῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1826

Series: Claudii Galeni Opera Omnia

Volume: 11

Pages: 1-146

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_079.xml [300 Kb]