Ad Glauconem de Methodo Medendi (Therapeutics to Glaucon)
Kühn 1826
βεβαιοῦσα τὴν ἐλπίδα καὶ προσέτι τοῦ ἔτους ὁ καιρὸς, ἥ τε
παροῦσα κατάστασις. εἰ γὰρ μειράκιον εἴη τὸ νοσοῦν ἢ
ἄλλως φύσει θερμὸν ἢ πολύαιμον, ἔτι μᾶλλον ἐλπίσεις. εἰ δὲ
καὶ πρόσθεν αὐτῷ πολλάκις αἷμα διὰ ῥινῶν ἐπεφάνη, νοσοῦντί
τε καὶ ὑγιαίνοντι, τοῦτο μὲν καὶ μόνον ἱκανὸν αἱμοῤῥαγίας
ἐλπίδα παρασχεῖν. εἰ δὲ καὶ τὸν καιρὸν τοῦ ἔτους ὁρῴης
θέρος, ἢ οὐ θέρος μὲν, ἄλλως δὲ θερμὴν τὴν παροῦσαν κατάστασιν,
ἆρ’ οὐκ ἄν τινα καὶ παρὰ τούτων ἔνδειξιν λάβοις;
εἰ δὲ καὶ πολλοὶ κατ’ ἐκεῖνον τὸν καιρὸν αἱμοῤῥαγίας εἶεν
κεκριμένοι, καὶ τοῦτ’ ἂν αὐξήσειέ σου τὴν ἐλπίδα, καὶ εἰ πληθωρικὸν
εἴη τὸ σῶμα καὶ εἰ συνηθῶν ἐκκρίσεων ἐπίσχεσις. ἐμοὶ
μὲν οὐδ’ ὅλως χαλεπὸν εἶναι δοκεῖ, τοσαῦτα καὶ τοιαῦτα γνωρίσματα
μελλούσης αἱμοῤῥαγίας ἔχοντα δύνασθαι προγινώσκειν,
ἀλλ’ ἄτοπόν τε καὶ δεινῶς ἀμαθὲς τὸ μὴ προγνῶναι. τῇ δ’
ὀλιγωρίᾳ τῶν νῦν ἰατρῶν θαυμάζεται τὰ μὴ θαυμαστά. καὶ
γὰρ εἴτ’ ἐξ ἀριστεροῦ μυκτῆρος εἴτ’ ἐκ δεξιοῦ ῥυήσεται τὸ
αἷμα, χαλεπὸν μὲν οὐδὲν ἐκ τῶν εἰρημένων προγινώσκειν, τοῖς
πολλοῖς δὲ τῶν ἰατρῶν οὐ μόνον χαλεπὸν, ἀλλ’ οὐδὲ δυνατὸν
Work
Title: Ad Glauconem de Methodo Medendi
English: Therapeutics to Glaucon
Original: Τῶν πρὸς Γλαύκωνα θεραπευτικῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1826
Series: Claudii Galeni Opera Omnia
Volume: 11
Pages: 1-146
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_079.xml [300 Kb]